1βασ[ιλ]έως προστάξαντο[ς].
2τοὺς κατὰ τὴν χώραν τελοῦντα[ς]
3τῶι Διονύσωι καταπλεῖν εἰς Ἀλε[ξ]άν-
4δρειαν, τοὺς μὲν ἕως Ναυκράτεω[ς] ἀ-
5φʼ ἧς ἡμέρας τὸ πρόσταγμα ἔκκειται
6ἐν ἡμέραις
ι, τοὺς δὲ ἐπάνω Ναυκράτε-
7ως ἐν ἡμεραι
(*) κ καὶ ἀπογράφεσθ[αι] πρὸς
8Ἀριστόβουλον εἰς τὸ καταλογεῖον [ἀ]φʼ ἧ[ς]
9ἂν ἡμέρας παραγένωνται ἐν ἡμ[έρ]αις
10τρ[ι]σίν
, διασαφεῖν δὲ εὐθέως καὶ π[αρὰ τί]-
11νων παρειλήφασι τὰ ἱερὰ ἕως γενε[ῶν τρι]-
12ῶν
καὶ διδόναι τὸν ἱερὸν λόγον ἐ̣[σφ]ραγ̣ι̣σ̣[μένον]
13ἐπιγράψαντα [[ τὸ ὄνομα]] ἕκαστ[ον] τὸ αὑ[το]ῦ
14ὄνομα.