1βασιλεύοντος Πτολεμαίου (ἔτους)
μ μηνὸς
(*) Γορπιαίου ἐφʼ ἱερέως Μενελάου τοῦ Λαάγου. συγγρα-
2φὴ καὶ ὁμολογία. τάδε διέθετο Διονύσιος Τημνίτης
(*) Καλλίσται Τημνίτει
(*) τῆι αὑτοῦ γυναι-
3κί. ἐὰν δέ τι πάσχηι Διονύσιος, καταλείπειν τὰ ὑπάρχοντα αὑτοῦ πάντα Καλλίσται καὶ κυρίαν
4εἶναι τῶν ὑπαρχόντων πάντων μέχρι ἂν ζῆι. ἐὰν δέ τι πάσχηι Καλλίστα Διονυσίου ζῶντος,
5κύριον εἶναι Διονύσιον τῶν ὑπαρχόντων. ἐὰν δέ τι πάσχηι Διονύσιος, καταλειπέτω τὰ ὑπάρχοντα
6πᾶσιν τοῖς υἱοῖς τοῖς αὑτοῦ, κατὰ ταὐτὰ
(*) δὲ καὶ Καλλίστα ἐάν τι πάσχηι, καταλειπέτω τὰ ὑ-
7πάρχοντα πᾶσι τοῖς υἱοῖς πλὴν τῶν μερῶν, ὧν ἂν λαμβάνωσι παρὰ Διονυσίου καὶ Καλλίστας ἐργαζό-
8μενοι Βάκχιος Ἡρακλείδης Μητρόδωρος τοῦ πατρὸς ζῶντος καὶ τῆς μητρός. γημάντων δὲ καὶ κα-
9ταχωρισθέντων Βακχίου Ἡρακλείδου Μητροδώρου ἔστω τὰ ὑπάρχοντα τὰ Διονυσίου καὶ Καλλίσ-
10τας κοινὰ πάντων τῶν υἱῶν· ἐὰν δέ τι ἐξαπορῶνται ἢ χρέος ὀφείλωσιν Διονύσιος ἢ Καλλίστα ζῶντες
(*)11τρεφέτωσαν αὐτοὺς οἱ υἱεῖς πάντες κοινῆι καὶ συναποτινέτωσαν τὰ χρέα πάντες. ἐὰν δέ τις αὐτῶν
12μὴ θέληι ἢ τράφειν
(*) ἢ συναποτίνειν ἢ μὴ συνθάπτωσιν, ἀποτεισάτω ἀργυρίου δραχμὰς χιλίας
13καὶ ἡ πρᾶξις ἔστω ἐκ τοῦ ἀτακτοῦντος καὶ μὴ ποιοῦντος κατὰ τὰ γεγραμμένα. ἐὰν δέ
14καταλείπωσιν Διονύσιος ἢ Καλλίστα χρέος τι, ἐξέστω τοῖς υἱοῖς μὴ ἐμβατεύειν, ἐὰμ
(*) (*) μὴ βούλων-
15ται τελευτήσαντος Διονυσίου καὶ Καλλίστας. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πάντηι πάντως,
16ὅπου ἂν ἐπιφέρηται ὡς ἐκεῖ τοῦ συναλλάγματος γεγενημένου. τὴν δὲ συγγραφὴν ἑκόντες ἔθεν-
17το παρὰ συγγρα[φο]φύλα[κα] Ἡράκλειτον. μάρτυρες Πολυκράτης Ἀρκάς, Ἀνδροσθένης Κῶιος,
18Νουμήνιος Κρής, Σιμωνίδης Μαρωνίτης, Λῦσις Ἡράκλειτος Τημνῖται.