1 (hand 2) βασιλεύοντος Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν
2καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεᾶς Εὐεργέτιδος ἔτους τρίτου καὶ τεσσαρακοστοῦ
3ἐφʼ ἱερέως τοῦ ὄντος ἐν τῶι τοῦ βασιλέως στρατοπέδωι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων
4καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ
5θεοῦ Φιλομήτορος καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Εὐεργετῶν ἀθλοφόρου Βερενίκης
6Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν
7ἐν τῶι τοῦ βασιλέως στρατοπέδωι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων Πτολεμαίου
8μὲν Σωτῆρος τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι μηνὸς Χοιὰχ ὀκτωκαιδεκάτῃ ἐν Ἑρμώνθει
9τοῦ Παθυρίτου τῆς Θηβαίδος ἐπʼ Ἀπολλωνίου καὶ Σαραπίωνος ἀγορανόμων.
10— ἑχόντες
(*) συνεγράψατο
(*) Ψενθώτης Ὥρου ἰσιονόμος Ἴσιδος θεᾶς μεγίστης ὡς ἐτῶν
11πεντήκοντα ὀκτὼ
μέσος μελάνχρως ἡσυχῇ τετανὸς μακροπρόσωπος εὐθύρριν
12οὐλὴ ῥινὶ μέσῃ ἀπομεμερικέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν τῆι ἑαυτοῦ θυγατρὶ
13Τασήμει τῆι ἐκ Τσεννήσιος τῆι
(*) ἑα̣υτοῦ γυναικί
(*) , ἧι σύνεστι κατὰ νόμους
1τὸ πρὸς μέρος ἥμισυ αὐτοῦ ψιλοῦ τόπου περιτετειχισμένου οὗ ἐωνημένος ἦι
(*) (*) σὺν Ψενενούπει τῶι ἑαυτοῦ ἀδελφῶι
2τοῦ ἄλλου ἡμίσους παρὰ Ψεννήσιος τοῦ Ὥρου υἱῶν ἀδιαιρέτων ἐφʼ ὧι συμμεριτεύσει τῶι Ψενενούπει τῶι ἑαυτοῦ
3ἀδελφῶι τοῦ περιτετειχισμένου ψιλοῦ τόπου ἑκάστωι κατὰ τὸ ἥμισυ, ὁμοίως δὲ καὶ ἀπὸ τῶν ὑπαρχόντων
(*) αὐτῶι
4ἡμερῶν ἁγνευτικῶν κατʼ ἔτος
ἑκατὸν εἴκοσι τοῦ ἐν Παθύρει ἰσιείωι
(*) λεγομένης Ἴσιδος Νεμῆτος θεᾶς μεγίστης
5τούτων κατʼ ἔτος τὸ ἕβδομον μέρος, αἵ εἰσιν ἡμέραι δέκα ἑπτά
, καὶ μέρος ἕβδομον ἄλλης μιᾶς
ἡμέρας εἰς πλήρωσιν
6τοῦ ἑβδόμου μέρους τῶν
ἑκατὸν εἴκοσι ἡμερῶν καὶ τῶν ἐπαγομένων ἡμερῶν πέντε
ὁμοίως τὸ ἕβδομον μέρος καὶ
7τοῦ ἐν Τμοντμενιβιτεὶ ἰσιείου κατὰ τὸ ἕβδομον μέρος καὶ ἐν τῶι περὶ Παθῦριν πεδίωι τὸ πρὸς μέρος αὐτοῦ γῆς, οὗ γείτονες
8νότου περίστασις τῆς πόλεως βορρᾶ τὸ πρὸς μέρος τῶν ἑαυτοῦ μετόχων ἀπηλιώτου κοιλὰς νήσου καλουμένη Πιτβιος λιβὸς διῶρυξ βασιλικὴ
9ἢ̣ οἳ ἂν ὦσιν γείτονες πάντοθεν, Τσεννήσει δὲ τῆι σημαινομένηι αὐτοῦ γυναικὶ τὰ λοιπὰ ὑπάρχοντα αὐτῶι πάντα
10γῶν τε καὶ οἰκιῶν καὶ ἀμπελώνων καὶ παστοφορίων καὶ γ ̣ρως καὶ τἄλλα
(*) τὰ κατʼ οἰκίαν αὐτοῦ ἔπιπλα πάντα καὶ ὄ ̣πρια πάν[τα]
11καὶ εἴ τι ἄλλο ὑπάρχον αὐτῶι ἐστιν ἤτ[ο]ι
(*) κατὰ συνβόλαια ἢ κατʼ ἐπενέχυρον καὶ ἔν τισιν ἐν πίστει πυροῦ τε καὶ κριθὴν
(*) (*)12ὄλυραν
(*) φακοῦ ἀράκου καὶ χαλκωμάτων καὶ ἱματισμοῦ. μὴ ἐξέστω δὲ μηδενὶ τῶν ἄλλων αὐτοῦ υἱῶν ἀντιποιήσασθαι
13περὶ μηδενὸς τῶν προγεγραμμένων, κυριευέτωσαν δʼ ἑκάστη κατὰ τὴν σημαινομένην διαστολήν.
14 (hand 3) Ἀπολλώ(νιος) καὶ Σαρ(απίων) κεχρη(ματίκαμεν).
1 (hand 4) ἔτους
μγ Μεσορὴ
κβ(*) τέ(τακται) ἐπὶ τὴν ἐν Ἑρμ(ώνθει) τρά(πεζαν) ἐφʼ ἧς Ἡρα(κλείδης)
ι ἐνκυ(κλίου) κατὰ τῆς παρὰ
2Λυσιμάχου οἰκο(νόμου) καὶ Ἀμενώθης
(*) τοπογραμμα(τέως) [διαγραφὴν]
(*) δόσεως Τασῆμις
3Ψενθώτου καὶ Τσεννῆσις πάντων τῶν Ψενθώτου ὑπαρχόντων
4καθʼ ἣν ἐποήσατο
(*) αὐταῖς συνγρα(φὴν(?)) δόσεως λογι(ζομένων)
(*) χα(λκοῦ) (ταλάντων)
β τέ(λος) χιλίας
σ (γίνονται)
Ασ