1(πε)ρ(ὶ) φοιν̣ι̣κ(οδοκίων).
2ἐν ὀνόματι τοῦ θεοῦ. [Κόρρα υἱὸς Σζερὶχ σύμβουλος]
3Βασιλείῳ διοικητῇ Ἀφροδιτ(ώ). εὐχαριστοῦμεν τῷ θεῷ καὶ μετὰ ταῦτα·
4ἐγνώσθη ἡμῖν ὡς πολλοί τινες ἀγοράζουσιν ἐν τῇ διοικήσει σου
5φοινικοδόκια εἰς ὀλίγην τιμὴν ἄνευ ἐπιτροπῆς
6καὶ ἡμετέρων γραμμάτων. καὶ ἐάν ἐστι τοῦτο ἀληθές, κατεφρόνησ̣ες
7τῆς ψυχῆς σου καὶ στράταν δέδωκες κατά σου. δεχόμενος οὖν
8τὰ πα̣ρόντα γράμματα μὴ συγχωρήσῃς παντοῖον τινὰ
9ποιῆσαι ἀγορασίαν φοινικίων ἐν τῇ διοικήσει σου
10εἰ μὴ διʼ ἡμετέρων γραμμάτων, καὶ ἡνίκα γράψωμεν πρός σε
11περὶ ἀγορασίας οἱουδήποτε ἀνθρώπου ἐκ τῶν τοιούτων
12φοινικοδοκίων, μὴ συγχωρήσῃς δοθῆναι εἰ μὴ κατὰ
πεντήκοντα13πήχεις τοῦ νομίσματος, μὴ καταπιστεύων τινὶ τὸ κεφάλαιον
14τοῦτο, ἀλλὰ σὺ διὰ σεαυτοῦ μεσάζων μετʼ ἀκριβείας πάσης,
15ὅπως ὡς εἴρηται μὴ δοθῇ τινί τι ἐκ περιττοῦ τῆς διατιμήσεως
16ἧς ὁρίσαμεν
(*) εἰς τὰ τοιαῦτα φοινικοδόκια. μὴ εὕρομεν
(*) οὖν
17ὅτι οἱ ἐπικείμενοι τοῦ τελωνίου Βαβυλῶνος ηὗράν σε
18ἀπολύσαντα παντοῖον φοινικοδόκιν ἀπὸ τῆς διοικήσεώς σου
19παντοίῳ προσώπῳ εἰ μὴ διʼ ἡμετέρων γραμμάτων,
20ὡς πολλάκις εἴρηται, μήτε μὴν δοθῆναί τι ἄνωθεν τῆς
21διατιμήσεως ἧς ἐξεθέμεθα ἐν γρ(άμμασι) καταγνωσθῇς.
22παραλείψας τι τῆς ἡμετέρας κελεύσεως ἐν τούτοις
23μέλλεις ἀπολαβεῖν ἐν σώματι καὶ βαλαντίῳ. ἐγρ(άφη) μ(ηνὸς)
24Μ(ε)χ(εὶρ) ἰνδ(ικτίον)ο(ς)
η.