1ὁμολ[ο]γοῦσιν ἀλλήλοις Αὐρήλιοι Σέντιος
2οὐετρανὸς τῶν ἐντείμως
(*) ἀπολελυ-
3μένων ἀπὸ δουπλικιαρίων καὶ Θέ-
4ων Ὡρείωνος μητρὸς Ταυσοράπι-
5ος ἀπʼ Ὀξυρύγχων πόλεως κτενιστὴς
6ὁ μὲν Σέντιος ἐγδεδόσθαι τῷ Θέωνι
7ὃν ἔχει δοῦλον ὀνόματι Πτολεμαῖον
8πρὸς μάθησιν τῆς δηλουμένης
9τέχνης ἐπὶ χρόνον ἔτη τρία
ἀπὸ
10τῆς οὔσης νεομηνίας τοῦ ὄντος μη-
11νὸς Ἐπείφ, ἐφʼ ἃ παρέξεται αὐτὸν ὁ Σέν-
12τιος τῷ διδασκάλῳ καθʼ ἑκάστην ἡμέ-
13ραν ἀπὸ ἀνατολῆς ἡ̣λίου μέχρι δύσε-
14ως τρεφόμενον καὶ ἱμ[α]τιζόμενον ὑπὸ
15τοῦ δεσπότου ἐκτελοῦντα πάντα τὰ
16ἐπιτραπησόμενα αὐτῷ ὑπὸ τοῦ διδασκάλου
17 {ἐκτελοῦντα πάντ[α] τὰ ἐπιτραπησό[μενα]
18[αὐτῷ ὑπὸ τοῦ διδασκάλου]} [-ca.?-]
-- -- -- -- -- -- -- -- -- --