1ἀ(ντίγραφον(?))
2Ὀξυρυγχι[τ]ῶν τῆ[ς] λαμπρᾶς καὶ λαμπροτάτης πόλ(εως)
3ἡ κρ(ατίστη) βουλὴ δι[ὰ] Αὐρηλίου Εὐπόρου τοῦ κ(αὶ) Ἀγαθοῦ Δαί-
4μονος, γενομένου κοσμητοῦ, ἐξηγητοῦ, ὑπομνημα-
5τογρά(φου) τῆ[ς] λαμπροτάτης πόλ(εως) τῶν Ἀλεξ(ανδρέων), πρυτ(ανεύσαντος)
6καὶ ὡς χρημα(τίζει), βουλευτοῦ, ἐνάρχου πρυτάνεως,
7βιβλιοφύλαξι ἐνκτήσεων τοῖς φιλ(τάτοις) χαίρειν·
8δίκαια ἡμῖν παρέθετο ἑαυτοῦ ἠρτημένα
9καθολικῶν νόμων Αὐρήλιος Ἀπολλοδίδυ-
10μος Πλουτίωνος περὶ τοῦ καταλ[ε]λέχθαι
11αὐτὸν εἰς τὸν σύλλογον τῆς ἱ
(*)ερᾶς συνόδου,
12καὶ κατὰ τὰ εἰθισμένα προσκυνήσαντες
13τὰ θεῖα ἔτι μᾶλλον ταῦτα αὐτῷ ἐβεβαιώ-
14σαμεν. ἐπεὶ οὖν ἀκόλουθον ἔγνωμεν εἶ-
15ναι ταῦ̣τα φανερ(ῶς) ἀν̣ενέγκαι ὑμῖν, ἵνʼ εἰδῆ-
16τε τὴν ὑπάρχουσαν αὐτῷ ἐκ τῶν
17νόμων ἀτέλιαν
(*) καὶ τὴν δέουσαν πα-
18ράθεσιν ποιήσησθε τῷ ὀνόματι αὐ-
19τοῦ, ἐπιστέλλεται ὑμῖν, φίλτατοι.
20ἐρρῶσθαι ὑ
(*)μᾶς εὔχομαι, φίλ(τατοι).
21(ἔτους)
ε´ τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ
22Σεβαστοῦ, Μεχείρ.