1ἔτους
ιϛ τοῦ καὶ
ιγ Μεχεὶρ
ε ἐν Παθύρει ἐφʼ Ἑρμίου
2τοῦ παρὰ Πανίσκου ἀγορανόμου
3ἀφίστατα̣ι̣ Νεχθανοῦπις Πατσεοῦτος Πέρσης ὡς (ἐτῶν)
νε4καὶ οἱ τούτου υἱοὶ ἀπὸ τῆς πεπραμένης αὐτοῖς
5ὑπὸ Πετεαρσεμθεία Πανοβχούνιος γῆς σιτοφόρου
6ἐν τῷ περὶ Παθύρειν πεδίωι ἀρουραν
(*) μίαν
(*) , ἧς γείτο(νες)
7νότου γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, βορρᾶ
8γῆ Χενσθώτου τοῦ Ἁρπαήσιος, ἀπηλιώ(του) γῆ Λέους
9καὶ τῶν μετόχων, λιβὸς περίχωμα ἢ οἳ ἂν ὦσι γείτονες
10πρὸς χαλκοῦ τάλαντα τρεία
(*) · οἳ καὶ παρόντες ἐπὶ τοῦ
11ἀρχείου ἀνομολογήσαντο
(*) Νεχθανοῦπις καὶ οἱ τού-
12του υἱοὶ ἀπέχειν τὴν λύτρα τῆς σημαινομένης
13ἀρουραν
(*) μίαν
(*) , καὶ μὴ ἐπελεύσασθαι Νεχθανοῦ(πιν)
14κα[ὶ] τοὺς τού[τ]ου υἱο[ὺ]ς μηδʼ ἄ[λλ]ον τινὰ τῶν παρʼ αὐτῶν
15ἐπὶ τὸν Πετεαρσεμ[θ]εία μη[δʼ ἐ]πʼ ἄλλον τ[ι]νὰ τῶν π[α]ρʼ αὐ-
16τοῦ περὶ τῶν σημαινομένων τ[αλ]άντων, εἰ δὲ μὴ
17ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσ-
18αποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα
19χαλκοῦ τάλαντα ἓξ
καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου
20ἐπισήμου δραχμὰς
ρκ καὶ μηθὲν ἧσσον κύριον
21εἶναι {κατὰ} τὰ προγεγραμμένα.
——
22Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα)
-- --