Text, basierend auf der Duke Databank of Documentary Papyri (CC BY), s. Link:
p.berl.leihg.1.9.xml
1λεπτ̣[ῶν ξύλ]ω̣ν̣ χαριτίν̣[ω]ν τῆς π̣ρ̣ὸ̣ [ἡ]μ̣ε̣ρ̣ῶν δέκ̣α̣ τ̣ῶν παρακ[ομ]ι̣σθέν̣των 2σοι γραμμ̣άτων τοῦ λαμπροτάτου στρατ̣ηλάτου Δομιτίου Φιλίππο̣υ 3πε̣[ρ]ὶ̣ ἑ̣τοιμασίας ἀννώνης τῶν παρεπιδημησάντων ἐνταῦθα 4σ̣τρατ̣[ιω]τ̣ῶν ἅμα Σενεκίωνι τῷ κρατίστῳ ὀμνύομεν τὴν τοῦ 5κ̣υρ̣ί̣ο̣υ̣ ἡ̣μῶν Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ 6Εὐσ̣[ε]β̣[ο]ῦ̣[ς] Εὐτυχοῦς Σε̣β̣αστοῦ τύχην πωλεῖσθαι 7τὰ̣ς ἑκ̣ατὸν δέσμας τῶν αὐτῶν χαριτίνων λεπτῶν ξύλων 8δραχ̣μῶν ἑ̣πτὰ ὀβολοῦ κ̣αὶ μὴ διεψεῦσθαι ἢ ἔνοχοι εἴημεν 9τῷ ὅρκ[ῳ]· καὶ ἐπερωτηθέντες ὁμολογήσαμεν. (ἔτους) δ 10Αὐτοκράτορο̣ς Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς
|