1[Γερμανικὸς Καῖσαρ Σεβαστοῦ]
2[υἱός, θεοῦ Σεβαστοῦ υἱωνός],
3[ἀνθύπατος λέγει· εἰς τὴν ἐμὴν]
4[παρουσίαν νῦν ἤδη ἀκούων]
5ἀ[γγα]ρ̣[είας ] ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ πλοίων]
6καὶ κτ̣η̣ν̣ῶν γείνεσθαι καὶ
7ἐπισκηνώσεις
(*) καταλαμβά-
8νεσθαι ξενίας πρὸς βίαν καὶ
9καταπλήσσεσθαι τοὺς ἰδιώτας,
10ἀναγκαῖον ἡγησάμην δη-
11λῶσαι, ὅτι οὔτε πλοῖον ὑπό τινος
12ἢ ὑποζύγιον κατέχεσθαι βού-
13λομαι, εἰ μὴ κατὰ τὴν Βαιβίου
14τοῦ ἐμοῦ φίλου καὶ γραμματέως
15προσταγήν, οὔτε ζενίας καταλαμ-
16βάνεσθαι. ἐὰν γὰρ δέῃ, αὐτὸς Βαίβιος
17ἐκ τοῦ ἴσου καὶ δικαίου τὰς ξενίας
18διαδώσει. καὶ ὑπὲρ τῶν ἀγγαρευ-
19ομένων δὲ πλοίων ἢ ζευγῶν
20ἀποδίδοσθαι τοὺς μισθοὺς κατὰ
21τὴν ἐμὴν διαγραφὴν κελεύωι
(*) .
22τοὺς δὲ ἀντιλέγοντας ἐπὶ τὸν
23γραμματέα μου ἀνάγεσθαι βού-
24λ̣ο̣μ̣[αι, ὃ]ς̣ ἢ αὐτὸς κωλύσει ἀδι-
25κεῖσθαι τοὺς ἰδιώτας [ἢ] ἐμοὶ ἀναν-
26γελεῖ. τὰ δὲ διὰ τῆς πόλεως διατρέ-
27χοντα ὑποζύγια τοὺς ἀπαντῶν-
28τας πρὸς βίαν περιαιρεῖσθαι κωλύω.
29τοῦτο γὰρ ἤδη ὁμολογουμένης
30λῃστείας ἐστὶν ἔργον.
31Γερμανικὸς Καῖσαρ Σεβασ[τ]οῦ υἱός,
32θεοῦ Σεβαστοῦ υἱωνός, ἀνθύπατος
33λέγει· τὴν μὲν εὔνοιαν ὑμῶν,
34ἣν αἰεὶ ἐπιδείκνυσθε, ὅταν με εἴ-
35δητε
(*) , ἀποδέχομαι, τὰς δὲ ἐπιφθόνου[ς]
36ἐμοὶ καὶ ἰσοθέους ἐκφωνήσεις
37ὑμῶν ἐξ [ἅ]παντος παραιτοῦμαι.
38πρέπουσι γὰρ μόνῳ τῶι σωτῆρι
39ὄντως καὶ εὐεργέτῃ τοῦ σύνπαντος
40τῶν ἀνθρώπων γένους, τῷ ἐμῷ
41πατρὶ καὶ τῇ μητρὶ αὐτοῦ, ἐμῇ δὲ
42μάμμῃ. τὰ δὲ ὑμέτερα ἐν ὑ̣π̣ο̣π̣α̣ρ̣ε̣τ̣ι̣α̣
43ἐστὶν τῆς ἐκείνων θειότητος, ὡς
44ἐάμ
(*) μοι μὴ πεισθῆτε, ἀναγκᾶτέ με
45μὴ πολλάκις ὑμεῖν
(*) ἐνφανίζεσθαι.