1 ἔτους
τρίτου κ[αὶ τ]ρια[κ]οσ[τ]ο[ῦ] τῆς Καίσαρος
2κρατήσεως Θ[ε]οῦ̣ [υἱο]ῦ, μηνὸ̣ς Αὐδοναίου
3ἑπτακαιδεκάτῃ Ἁθὺρ
ἑπτακαιδεκάτῃ,
4ἐμ
(*) Φιλαδ[ελ]φ̣[ε]ίᾳ τῆς Ἡρακλείδου μερί-
5δος τοῦ Ἀρσιν[ο]ΐ
(*)του νομοῦ. ἐδάνισεν
(*)6Ἡρακλῆς Ἡρακλε̣ί̣ους Σαμβαθίωνι Διο-
7νυσίου Πέρσῃ τ[ῆς] ἐπιγονῆς τὰς τῆς κρι-
8θῆς πρὸς τὸ Ἑρμ̣οφάντου δῖγμα
(*) ἀρτάβας ἓξ
9σὺν τῇ προση̣γ̣μ̣ένῃ ἡμιολίᾳ, ἃς καὶ εἴληφε-
10ν παρʼ αὐτοῦ παραχρ[ῆ]μα ἅμα τῇ συγγραφῇ
11ταύτῃ τιθεμένῃ κυρίᾳ. τὸ δὲ δάνηον
(*) τοῦ-
12το τὰς ἓξ
ἀρτάβας τῆς̣ κριθῆς, ἀποδωτο
(*) ὁ δε̣-
13δανισμέ̣νος
(*) Ἡ̣ρ̣α̣κλείῳ ἢ τοῖς παρʼ αὐτοῦ
14ἐμ
(*) μηνὶ Παῦνι τοῦ ἐνεστῶτος
τρίτου καὶ τρι-
15ακοστοῦ ἔτους Καίσ̣α̣ρος ἀποδιδοὺς κριθὴ(ν)
16νέαν καθαρὰν π̣ρ̣ὸ̣ς̣ τ̣ὸ̣ Ἑρμοφάντου δεῖγμ̣\α/
17μέτρῳ τετά̣ρτῳ [ἐ]νπόρων τῷ τοῦ Ἡρακ̣λέ[ους]
18μετρήσι
(*) τε καὶ σκ̣[υτά]λ̣ῃ δικαίᾳ καθισ-
19τῶν εἰς τὸν ἐν τῇ κώμῃ ̣ ̣ρου θησαυρὸν
20αὐτοῦ διδοῦντο̣ς̣ [τὸ] το̣ῦ̣ θησαυροῦ ἐνοίκιον.
21ἐὰν δὲ μὴ̣ π̣[οι]ή̣σ[ῃ, κ]αθʼ ἃ [γ]έγραπται, ἀποτισάτω ὁ δε-
22δανισμέν[ος]
(*) Ἡ̣ρακλείῳ̣ παραχρῆμα ἑκάστης
23ἀρτάβης τιμὴν ἀ[ρ]γυρίου̣ δ̣ρ̣αχμὰς τρεῖς
ἢ τὴν ἐσ[ο]-
24μένην ἐν ἀ̣γ̣ορᾷ π[λ]ε̣ί̣στην τιμήν, τῆς πράξεως
25οὔσης Ἡρακλείῳ κ̣α̣ὶ τοῖς παρʼ αὐτοῦ ἐκ τοῦ δεδανισμ̣[ένου]
(*)26καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐ̣κ δ̣[ί]-
27κης. ἡ συγγραφὴ κυρία. μ̣ά̣ρτυρες.
28 (hand 2) ἔτους
λγ Καίσαρος, Ἁθὺρ
ιζ διʼ Ἀμμωνίου
29τ[ο]ῦ πρὸς τῷ γραφ(είῳ) τῷ Φιλαδε(λφείας).
30 (hand 3) Σαμβαθίων Διονυσίου Πέρσ̣η̣ς̣ τῆς ἐπιγονῆς
31ἔχω παρὰ Ἡρ̣α̣κλείους τοῦ Ἡρακλείους τ[ὸ] δά̣ν̣ιον
(*) ,
32τὰς τῆς κριθῆς πρὸς τὸ̣ Ἑρμοφάντου δεῖγμα
33ἀρτάβας ἓξ
σὺν τῇ προσηγμένῃ ἡμιολίᾳ
34μέτρῳ τε[τάρτῳ] ἐ̣νπό̣ρων Φιλαδελφείας̣
35καθεσταμενα
(*) ε̣ἰς τὸ̣ν̣ ̣ ̣ρου θησα[υ]ρὸν [ἐμοῦ(?)]
36διδοῦντος τὸ τοῦ θησαυροῦ ἐνο̣ίκε̣ι̣ον
(*)37ἃς καὶ ἀποδώσω ἐν μηνὶ Παῦ[νι τ]ο̣ῦ ἐνεστῶτ̣ο̣\ς/
38τρίτου καὶ {καὶ} τριακοστοῦ ἔτους Καίσαρος,
39καθότι προγέγραπ[τ]α̣ι̣. ἔγραψεν ὑπὲρ αὐτοῦ
40Κάστωρ Καλλιστράτ̣ο̣υ̣ ̣ ̣ ̣ωθα̣ις̣ διὰ τὸ φά-
41σκειν αὐτὸν μὴ ἐ̣π̣ί̣στασθαι γράμματα.
42 (hand 4) ἐ̣ ̣ι̣δ ̣α ̣[ ̣]ω̣ς̣.
43[Φιλαδ(?)]ε̣λ̣φ̣ί̣[ας(?)]
44ἀ̣ν̣α̣(γέγραπται(?)) ̣ ̣