1ἐν Εὐργέτιδι τῇ κατὰ Λύκων τὴν λαμ[π]ρ̣[ὰν πόλιν.]
2ἔτ(ους) [ἑ]κκαιδεκάτου Αὐτοκράτορος Καίσαρος [Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ πεντε]κ̣αιδεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιαν̣οῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων
3Π̣[ε]ρσ̣ικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν [Σεβαστῶν καὶ ὀγδόου Φλαουίου Οὐαλερίου Κωνστ]αν̣τίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνστα̣ν̣τίου καὶ Μαξιμιανοῦ
4ἐ̣πιφανεστάτων Και[σά]ρων τὸ τρίτον vac. ? Γορπ[ιαίου ] ̣ ἐπὶ ἀρχιερέως τοῦ μὲν Καισαρείο(?)]υ̣ Μάρκου Αὐρηλίου Βησαρίωνος Διδύμου τῶν ἐκ βουλῆς ἀρχόντων Λυκαιέως, τοῦ δὲ Σεβαστείου Μάρκου Αὐρηλίου Βησαρίων̣[ος] τοῦ καὶ Παντωνύ-
5μου τῶν ἐκ βουλῆς ἀρ[χό]ντων καὶ ὡς χρημ(ατίζουσι). ὁμ[ολογία, ἣν ἔθεντο Αὐρηλία Διδύμη ἡ καὶ ] ̣ ̣ ̣ ̣] ̣ ̣σα Ἱ
(*)έρακος χωρὶς κυρίου χρη(ματίζουσα) τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη μετὰ συνεστῶτος τοῦ ἑαυτῆς ἀνδρὸ[ς Δι]δ̣υ̣μάρχου
6τοῦ καὶ Διοσκορίδου τῶ[ν] ἐν Λύκων τῇ λαμπρᾷ π̣[όλει καὶ Αὐρηλία Ἡράκλεια ] ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ὁ]μ̣οίως χωρὶς κυρίου χρη(ματίζουσα) τέκνων δικαίῳ μετὰ συνεστῶτος vac. ? κ̣αθʼ ἣν
7ὁμολογοῦσι· ἐπεὶ ἐνέτυχεν ἡ Αὐρηλία Διδύμ[η διʼ ἀναφορᾶς τῷ διασ(ημοτάτῳ) ἐπάρχῳ Αἰγύπτου αἰτι]ω̣μένη τὴν Αὐρηλίαν Ἡράκλειαν ὡς περὶ παραθήκης δραχμῶν τρισχε[ι]λίων
(*) παλαιοῦ νομ̣ίσματο̣ς̣ [ἀδικο]ί̣η̣ αὐτήν,
8ἀνεπέμφθη ἐπὶ τὸν πρόεδρον διʼ ὑπογραφῆ[ς τοῦ ἐπάρχου· ἐνέτυχε τῷ προέδρῳ καὶ ὁ π]ρόεδρος ἐπὶ γνώμην γενόμενος τὸ προ̣σῆκον ὁρίσει vac. ? τῆς δὲ δίκη̣ς̣ μελλούσης λέγεσθαι ἐπὶ τοῦ δοθέντος δικαστοῦ
9ἐδοκίμασαν μᾶλ[λ]ον ἀπραγμόνως δια[λύσασθαι καὶ εὐδοκούντων ] ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]κειων καὶ τοῦ ἀνδρὸ̣ς τῆς Διδύμης Διδυμάρχου τὴν πρὸς ἀλλήλας ἀμφισβήτησιν διελύσαντο ἄνευ δικαστηρίου
10καὶ συνεπείσθησαν πρὸς ἀλλήλας κατὰ τὰ Ῥ̣[ωμαίων ἔθη ἡ Αὐρηλία Διδύμη μετὰ συνεστῶτος(?)] τοῦ ἀνδρὸς Διοσκορίδου μὴ ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν μηδʼ ἄλλον τινὰ ὑπὲρ αὐτῆς τῇ Αὐρη(λίᾳ) Ἡρακλείᾳ μήτε περὶ
11παραθήκης μήτε περὶ βιβλιδίων η[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ μήτε περὶ μηδενὸς ἁπαξαπλῶς ἐγ]γράφου [ἢ] ἀγράφου πραγματον
(*) τρόπῳ μηδενὶ κατὰ μηδεμίαν παρεύρεσιν, ἡ δὲ Ἡράκλεια ὁ̣μ̣οίως μηδὲ ἐγκαλεῖν τῇ Αὐρηλίᾳ
12Δ̣[ι]δύμῃ περὶ μηδ[ε]ν̣ὸς ἁπαξαπλῶς π̣[ράγματος ἐγγράπτου ἢ ἀγράφου, ὥστε τὴν ἑαυ]τῶν ἀμφισβήτησιν λελύσθαι καὶ ἀνῃρῆσθαι τῇδε τῇ ὁμολογίᾳ τῆς [π]εριλύσεως καὶ τῇ τῶν ὅρκων πί̣[σ]τει, ταύτην δὲ
13[τ]ὴν ὁμολογίαν τ[ῆς] περι[λ]ύσε̣ως με̣[νεῖν κυρίαν ἐπὶ τὸν πάντα χρόνον, καὶ οὐκ ἐξέ]σ̣ται οὐδενὶ ἀντιλέγειν οὐδὲ παραβαίνειν τι τῶν διʼ αὐτῆς ἐγγεγραμμένων πάντων ἢ τὸν ἀντιλέγοντα ἐκτίσειν ὑπὲρ
14[ἐπ]ιτίμου τῷ ἱερωτάτῳ ταμείῳ ἀργυρί̣ου̣ [δραχμὰς ] ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ κ]αὶ ἱερὰ τὰ ἴσα πρὸς τῷ μένειν κυρία τὰ διωμολογημένα, ἐφʼ οἷς πᾶσι ἐπερωτηθεῖσαι αἱ Αὐρηλίαι Διδύμη μετὰ συνεστῶτος
15[τ]οῦ ἀνδρὸς Διοσκορίδου κ[αὶ Ἡ]ράκλεια [μετὰ] συ̣[νεστῶτος ] ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] εὐδοκεῖν ὡμολόγησαν. προφερόμεναι δὲ αἱ αὐταὶ γράμματα μὴ εἰδέναι παρέστησαν ἑαυταῖς ἀναγνώστην Αὐρήλιον
vac. ? [τοῦ πρὸς τ]ῷ γραφεί[ῳ Εὐεργέτιδος ] ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣τω τὰ αὐτῆς καὶ μαρτυρα
(*) τρεῖς
Αὐρη(λίους) vac. ?
17[α]ἱ Α̣[ὐρηλί]αι σ[υνωμολόγ]ησαν [-ca.?-]