1ἀντίγρα(φον) ὠνῆς.
2βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υ[ἱ]οῦ θεῶν Φι[λομητ]όρων
3ἔτους
ιε τοῦ καὶ
ιβ ἐφʼ ἱερείων
(*) καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μη[νὸ]ς Ἁθὺρ
ι[α] ἐν Πα]θύρε[ι]
4ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενμεγχῆς Πανεχάτ[ο]υ Πέρσης τ[ῆς ἐπι]γονῆς
5ὡς ἐτῶν
μ μέσος μελίχρω(ς) τετανὸς ἀναφάλακρος μακροπρόσω(πος) εὐθύριν ἐπισχάζων
(*) τὸν πόδα δεξιὸν [ο]ὐλὴ παρʼ
6ὀφθαλμὸν ἀριστερὸν τὴν
(*) ὑπαρχον
(*) αὐτῶι οἰκίαν ᾠκοδομημένην καὶ ἐστεγασμένην καὶ κεκαμαρω[μ]ένην
7καὶ τεθυρωμένην καὶ τὴν προσοῦσαν αὐλὴν τὴν οὖσαν ἐν τῇ μέσῃ ταινίᾳ Παθύρεω[ς] ἧς γείτονε[ς νότου ο]ἰκία
8Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώτου ῥύμη λιβὸς οἰκία Πόρτ[ι]τ[ος] τοῦ Πε[τεσούχ]ου καὶ
9ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ψενενοῦπις Πασᾶτος Πέρσης ὡς (ἐτῶν)
ν χαλ[κοῦ τά]λαντα
10τρία
δραχμὰς δισχιλίας
. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψ[ενμεγ]χῆς
11ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ψενενοῦπις ὁ πριάμενος.
12[Ἑ]ρ̣μ̣[ίας ὁ] π̣[α]ρ̣[ὰ] Π̣[αν]ί̣[σκου] κ̣ε̣χρη(μάτικα)
(*)