1Αὐρηλίῳ Σεου[ήρῳ] γυμνασιάρχῳ
2βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτά-
3της Ὀξυ̣ρυγχειτῶν πόλεως
4παρὰ Αὐρηλίου Ἡρακλείδου Πινδάρ̣[ο]υ̣
5μητρὸς Τ̣α̣υ̣σείριος ἀπὸ τὴς αὐτῆς
6λαμπρᾶς Ὀξυγχειτῶν πόλεως. ἑκου-
7σίως ἐπιδ̣έχομαι μισθώσθαι πρὸς
8μόνον τὸ ἐνεστὸς
δ (ἔτος) ἀπὸ τῶν ὑ
(*)παρ-
9χόντων σοι περὶ κώμην Μερμέρθα
10ἐκ τοῦ Ἀπολλωνίου Σπαρτάκου κλήρο̣υ̣
11ἃς ἐκυρώθης ἐκ τοῦ ταμιείου πρότερον
12Ὡρίωνος τοῦ καὶ Βερενικιανοῦ ἀρούρας
13ἓξ
ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον
14ὥστε ταύτας σπεῖραι πυρῷ κριθῇ ἢ̣ ο̣ἷ̣[ς]
15ἐὰν αἱρῶμαι, ἐκφορίου ἀποτάκτου
16πυροῦ ἀρταβῶν εἴκοσι τεσσάρων
,
17ἀκ̣ί̣ν̣δ̣υ̣ν̣α π̣ά̣ν̣τ̣α π̣αντὸς κινδύνου,
18τῶν τῆς γῆς δημοσίων ὄντων πρ[ὸς]
19σὲ τὸν γεο̣ῦχον κυριεύοντα τῶν
20καρπῶν ἕ̣ως τὸ ἐκφόριον ἀπολάβῃ[ς].
21[βεβ]αιουμένης δέ μοι τῆς ἐπιδο-
22[χῆς] ἀποδώσω τὸ ἐκφόριον τῷ
23[Πα]ῦ̣νι μηνὶ ἐφʼ ἅλῳ κώμης ̣[-ca.?-] ̣
24[-ca.?-] ̣ ̣ ̣[-ca.?-]