1Ἡρακλείδης Ἡρᾷ υ
(*)ἱῷ χα[ί]ρειν.
2πρὸ τῶν ὅλων ἀσπάζομαί σε συνχαίρων
3ἐπὶ τῇ ὑ
(*)παρχθείσῃ σοι ἀγαθῇ [ἐ]σ̣ευβεῖ
(*) καὶ
4εὐτυχῆ
(*) [σ]υμβιώσι
(*) κατὰ τὰς κοινὰς ἡμῶν
5εὐχὰς καὶ προσευχάς, ἐφʼ αἷς οἱ θεοὶ τέλιον
(*)6ἐπακούσαντες παρέσχον· καὶ ἡμεῖς δὲ ἀκοῇ
7ἀπόντες ὡς παρόντες διαθέσι
(*) ηὐ
(*)φράνθη-
8μεν κατευχόμενοι ἐπὶ τοῖς μέλλουσι \καὶ/ ὅπως
9γενόμενοι παρʼ ὑ
(*)μῖν συνάρωμεν δι-
10πλῆν ε[ἰ]λαπίνην τε\τε/θαλυῖ
(*)αν
(*) [[καὶ]] καθὼς
11οὖν ὁ ἀδελφός
(*) σου Ἀμμωνᾶς διείλεκταί μοι
12περὶ ὑ
(*)μῶν καὶ τῶν ὑ
(*)μῶν πραγμά-
13των, ὡς δέον ἐστίν, γενήσεται καὶ περὶ
14τούτου θαρσῶν ἀμέλι
(*) καὶ σὺ δ[ὲ] σπούδασον
15ἡμᾶς καταξιῶσαι τῶν ἴ
(*)σ[ω]ν γραμμά-
16των καὶ περὶ ὧν βούλει, ἐπίστελλέ μοι
17ἡδέως ἔχοντι καὶ εἴ σοι ἀβ[α]ρές ἐστιν
18καὶ δυνα[τόν, [σ]υναπόστιλόν
(*) μοι σιππί-
19ου τρυφεροῦ λίτρας δέκα γ(ίνονται) λί(τραι)
ι καλῶς
20κεχειρισμένας τῆς οὔσης παρὰ σοὶ τει-
21μῆς
(*) ἐν τούτῳ μηδὲν βλαπτόμε-
22νος· προσα[γ]όρευε ἀπʼ ἐμοῦ πολλὰ
23τὴν σοὶ φιλτάτην σύνευνον μεθʼ ὧν
(*)24ἐρρῶσθαί σε καὶ εὐανθοῦντα
25εὔχομαι, κύριέ μου υ
(*)ἱ
(*)έ.