Text, basierend auf der Duke Databank of Documentary Papyri (CC BY), s. Link:
p.berl.zill.1.xml
80[Διοσκου]ρίδης Σαραπίωνι χαίρειν. ἐπεὶ ἐκ τῶν π[αρὰ] 81[Πτολεμ]αίου τῶν ἀρχισωματοφυλάκων καὶ στρατηγοῦ 82[γεγραμμ]ένων ἡμῖν τὰ κατὰ τὴν οἰκοδόμησιν τοῦ 83[κτιζομέ]νου ἐπὶ τοῦ καθʼ Ἡρακλέους πόλιν ὅρμου 84[φρουρίου ἐν] συντελείαι ἐστίν, εἰ[ς] δὲ τὴν τῶν πυλῶν 85[κατ]α[σ]κευὴν οἴεται δεῖν ὁ Πτολεμαῖος ξύλα τε καὶ σίδηρον 86[ὡ]ς εἰς ἀσπίδας καὶ ἥλους χορηγηθῆναι, καὶ γεγράφαμεν 87τ[οῖ]ς ἐν τῆι Θηβαίδι ἐκπέμψαι τὰ σημανθέντα 88[το]ῦ σιδήρου καθʼ ὅτι Πρώταρχον τὸν ἀρχιτέκτονα ἀνενεγκεῖν 89σ[υντάξασ]θαι δὲ [τοῖς] σκεπάζουσι παραδοῦναι οἷς ἂν σύ τε καὶ 90Δ[ιο]νύσιος ὁ βασιλικὸς γραμματεὺς [συ]στήσητε, προνοήθη[τι] 91ὅπως αἵ τε θυραὶ κατασκευασθῶσιν ἐξ ἐπιχωρίων ξύλω̣[ν] 92ἐπιτήδειαι κα[ὶ ὁ δι]αποιήσων σίδηρος καταχρησθῇ καὶ καθό[λου] 93μηθεὶς ἐκ τῶν κατὰ μέρος γένηται κλοπιμ̣ὸ[ς τούτω]ν 94νοσφισμός. 95ἔρρωσο (ἔτους) κϛ [-ca.?-].
|