1[βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτει πέμπτωι ἐφʼ ἱερέως τοῦ δεῖνα τοῦ]
2α̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ Ἀλεξάνδρου [κ]αὶ θεῶν Ἀ[δ]ελφῶν καὶ θεῶν [Εὐεργετῶν]
3κ̣α̣ν̣η̣φ̣ό̣ρ̣[ου] Ἀ̣ρ̣σ̣ι̣ν̣ό̣η̣ς̣ Φιλαδέλφου Φιλίννης τ̣ῆ̣ς̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣
4[μ]η̣ν̣[ὸ]ς̣ Δ̣ύ̣[στρο]υ̣ εἰκάδι ἐγ
(*) κώμηι Τακόναι τοῦ Ὀξυ̣ρ̣[υγχίτου νο]-
5μ̣ο̣ῦ̣ ἐδάνεισεν Ἀμύντας Μενεδήμου Κυρηναῖος τ̣ῆ̣ς̣ [ἐπιγο]-
6ν̣ῆ̣ς̣ Μενεδήμωι Θεοκρίτου Κυ̣ρ̣η̣[ν]αί[ωι] τῆς ἐπιγ̣ο̣ν̣ῆ̣ς̣
7[ἀργυρίου ὀφ]θαλμοφανοῦς δραχμὰς
πεντεκοσίας ἅ[μα]
8[τῆι συγγρ]αφῆι ταύτηι σφραγιζομένηι· τὸ δὲ δάνειο[ν τοῦτο]
9ἀποδό[τω Μενέ]δημος Ἀμύνται ἐμ
(*) μηνὶ Περιτίωι τῶι ἐν τ̣ῶ̣ι̣
10πέμπτωι [ἔτ]ει. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα
11ἀποτεισάτ[ω Μ]ενέδημος Ἀμύνται ἢ τοῖς παρὰ Ἀμύντου [τὸ δά]-
12νειον τοῦτο [ἡ]μιόλιον καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου
13ἐκ δύο
δραχμῶν τῆι μνᾶι τὸν μῆνα ἕκαστον, καὶ ἡ πρᾶξις [ἔστω]
14Ἀμύνται ἢ τοῖς παρὰ Ἀμύντου κατὰ τὸ διάγραμμα. ἡ δὲ [συν]-
15γραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες· Πτολεμ[αῖος]
16Μακεδὼν τριακοντάρουρος τῶν κεκληρουχημένων ἐν τῶι Ἡρα-
17κλεοπολίτηι τῶν οὔπω ὑφʼ ἡγεμόνα Δημέας Νικο̣δ̣ή̣μ̣ο̣υ̣ Νάξ̣ι̣ο̣ς̣
18Φίλων Πτολεμαίου Μυσὸς Πολεμοκράτης Φιλοξένου Κυρηναῖος
19Ἀρχέλαος Καλλιξένου Χαλκιδεὺς Σείραμβος Φρυνίχου Βοιωτὸς
20οἱ πέντε
τῆς ἐπιγονῆς. συγγραφοφύλαξ Σήραμβος