1Πετεαρποχράτηι κωμογραμμα-
2τεῖ Φιλαδελφείας
3παρὰ Ἕρμωνος τοῦ Θεοκρίτου
4Μακεδόνος τῶν Πρωτογένου
5καὶ Πρωτογένου τοῦ υἱοῦ
6τῆς
ζ ἱπ(παρχίας) (ὀγδοηκονταρούρου)· ἐπεὶ ἐν τῶι
7προτεθέντι ἀγῶνι ἡλκυσμέ-
8νων τινῶν λαμπαδάρχων
9τῆι
ιϛ τοῦ Θωῦ̣θ̣ τ̣[οῦ]
λε (ἔτους)
10τῆι δὲ
ιθ τοῦ αὐτοῦ μηνὸς
11ἥλκυσμαι λαμπαδάρχης
12ἀνδρῶν οὐ καθηκόντως
13χάριν τοῦ μὴ ἔχειν με μηδε-
14μίαν ἀφορμὴν μηδὲ περίστα̣-
15σιν πρὸς τὸ χορηγῆσαι τὰ̣ τῆς
16λαμπαδαρχίας ἀλλὰ διαζῶν-
17τος ἐξ ὀλίων
(*) ἃ καὶ μόλις
18αὐταρκεῖται ἐμοί τε καὶ
19τῆι γυναικὶ καὶ τοῖς τέκνοις,
20οὕς τε ἡλκύκησαν πρὸ ἐμοῦ
21λαμπαδάρχας ἐν τῶι αὐτῶι
22ἀγῶνι κατασυνεργοῦντες
23καὶ καταχαριζόμενοι [ἀ]πολέ-
24λυκαν, ἀξιῶ μὴ ὑπερ-
25ιδεῖν με ἀγνωμονούμενον
26ἀλλὰ ἐπανενέγκαι ἐπί τε τὸν
27γυμνασίαρχον καὶ [ἐ]πὶ τοὺς
28ἐκ τοῦ ἐν τῆι Φιλαδελφείαι
29γυμνασίου νεανίσκους,
30ὅπως ἀπολυθῶ τῆς λαμπα-
31δαρχίας, εἰ δὲ μή γε ὑπὸ-
32τάξαι μου τὸ ὑπόμνημα
33ὧ̣ι̣ κ̣α̣θ̣ήκει, ἵνα μὴ ἐ[ξ ἅπα]ν̣-
34[τος ἀπολῶμαι (?)]-ca.?-]