1Εὐφρόνιος Μίλωνι χαίρειν. ὡς ἂν ἀναγνῶις τὴν ἐπιστολήν, ἐπιλαβὼν
2παρὰ τῶν τραπεζιτῶν τῶν ἐν τοῖς ἱεροῖς τ[ὰ] πεπτωκ[ό]τα εἰς τὸ ἐν Ἀπόλλ̣ω̣ν̣[ος]
3πόλει τῆ[ι μ]εγάληι ἱερὸν ὁμοίως δὲ καὶ τοῦ εἰσμεμετρημένου σίτου παρὰ τῶν
4πρὸς τοῖς [θ]η̣[σ]αυροῖς ἀπὸ τοῦ πρωτίσ̣του χρόνου ἕως τοῦ ἐνεστῶτος κατὰ μῆνα
5καὶ καθʼ
(*) ἔτ[ο]ς, διεστάλθω δὲ εἰς ἃ πέπτωκεν ἔτη, καὶ τοῦ[το ποιή]σας ἐπιμελῶς
6ἀπόστειλ[ο]ν ἡμῖν ἐπὶ τῶν διαδόχων, ὅπως μὴ διὰ ταῦτα κωλυώμεθα
7τῶν λοιπῶν ἐν ἑτοίμωι ὄντων τοὺς [λ]όγ̣ους εἰς τὴν πόλιν [κα]ταπέμψαι·
8ἔστιν δὲ τὰ πεπτωκότα διὰ Θ̣[ ̣]ου καὶ Ἄνδρωνος ὥστε ἐπακολουθεῖ̣ν̣.
9ἔρρω[σο (ἔτους)]
κε Παῦνι
κδ