1Ἄνδρων Μίλωνι ταδελφῶι
(*) χαίρειν. εἰ ἔρρω[σ]αι καὶ τὰ λοιπά σοι κατὰ λόγον ἐστίν, εἴη ἂν ὡς ἐγὼ
2θέλω· ὑγίαινον δὲ καὶ αὐτός. παραγενομένου Σανῶτος ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολήν,
3ἣν ἀναγνοὺς ἐχάρην ἐπὶ τῶι με αἰσθέσθαι τὰ κατὰ σέ. ἐγὼ οὖν ἐπυνθανόμην τοῦ Σανῶτος,
4εἴ τι βούλοιτο ἐν τοῖς καθ̣ʼ ἡ̣μ̣ᾶς τόποις, ὁ δὲ ἐπήινει
(*) μόνον, ἐπέταξεν δʼ οὐθέν. περὶ δὲ τῶν εἴκοσι
5δραχμῶν οὔπω ἐκεκόμιστο Φίλων, Πιστοκλῆν̣
(*) [γ]ὰρ οὐχ εὑρήκειμεν. περὶ δὲ τοῦ οἰναρίου Πρα-
6ξιάδης οὔπω εἰσελήλυθεν ἐξ ἀγροῦ, οὐκ οἶμαι [δ] αὐτὸν ἔχειν ἐξ ὧν ἡ μήτηρ αὐτοῦ ἀνήγγελλεν.
7εὐχαριστήσεις οὖμ
(*) μοι σαυτοῦ τε ἐπιμελόμενος καὶ μὴ ὀκνῶν γράφειν ἡμῖν καὶ τί ἄν σοι ποιοῦντες
8χαριζοιμην
(*) .
9 (hand 2) ἔρρωσο (ἔτους)
κε Μεσορεὶ
ιη