1Χαιρήμων Διοσκόρῳ τῷ υἱῶι χαίρειν.
2περὶ ὧν ἔγραψας μελήσει μοι καὶ ἐγὼ δὲ σὲ ἐρ\ω/-
3τῶ π̣άντα τὰ μετέωρα ἀπαλλάξαι καὶ μὴ πά-
4λιν σεαυτῷ μετέωρα καταλείπε[ι]ν αἰσθόμε(νον)
5τὴν τοῦ καιροῦ πικρίαν· ἀπάλλαξον οὖν σεαυ-
6τὸν ἀπὸ παντὸς μετεώρου, ἵνα ἤδη ποτὲ
7ἀμέριμνος γένῃ καὶ τὰ \ἐμὰ/ μετεωρίδια
(*) ἤδη πο-
8τὲ τύχην σχῆι περὶ τῶν γλυκειδίων με-
9λησάτω σοι αἰσθομένῳ, ὅτι τρυγίᾳ χρῶμαι
10ὅρα οὖν, μὴ ἀμελήσῃς πολλάκις ὑπʼ ἐμοῦ περὶ
11τ[ο]ύτου παρακληθ[ε]ὶς καὶ εἰδὼς τὴν ἀνάγκην,
12καὶ Διονυσίῳ σύντυχε περὶ τοῦ κοφίνου τῆς
13σταφυλῆς καὶ πέρας λαβέτω ὑποδείξας
14αὐτῷ π[ε]ρὶ ἐνοικίου κοφίνων καὶ τειμῆς
(*) σαρ-
15γανῶν καὶ περὶ Ἡρακλᾶτος μελησάτω σοι,
16ὁμοίως δὲ καὶ περὶ τῶν τοῦ Πτολλάρου αἰσ-
17θομένωι, ὅτι καὶ σοὶ τοῦτο ἀνήκει καὶ συμφέ-
18ρει Σισοίτι καὶ Πετσίρι
(*) ἐνετειλάμην· παρακλη-
19θεὶς δὲ σύντυχε Γεμεινᾶτι καὶ ἐπίγνωθι
20περὶ τοῦ ἡμιαρουρίου Σουηροῦτος, ἵνα παραγρά-
21φῃς καὶ τ[ο]ῦτο οὖν μοι παράσχου, ἵνα εἰδῶ, ὅτι
22με φιλεῖς π[ε]ρὶ τῶν ὀξειδίων
(*) περισσὸν
(*) ποιήσω
23ἔτι σοι περὶ τούτου ἐντελλόμενος · ταξάσθω
24σοι ὁ Ἡρακλᾶς ἡμέραν καὶ παρὰ Ἰσιδώρου γνῶθι
25[π]ερ[ὶ] τῶν ἄλλων οἶδα γὰρ ὅτι, ἐὰν θέλῃς, πάντα
26περαιωθήσεται· περὶ πάντων οὖν μελησάτω σοι,
27πολλακι
(*) δέ σοι γράψωι
(*) περὶ τῶν αὐτῶν, ἵνα μὴ
28ἀμελήσῃς· τάχειον
(*) δὲ καὶ σὺ παραγενοῦ, ἐπὶ
(*) τὸ
29τῶν ταυρικῶν κατεπείγει
(*) . τὰ παιδία σου
30ἔρρωται· ἀσπάζου Φαβοῦλλον τὸν ἀδελφόν σου.
31ἔρρωσό μοι, γλυκύτατε, καὶ τὰ ὀξείδιά
(*)32μοι κόμισον.