1ἔλ(αβον) διω( ) μ̣δ( ) (ἔτους)
ζ Φαμ̣ε̣(νὼθ)
ιγ.
2 (hand 2) Τρύφων Ἀσκληπιάδηι τῶι ἀδελφῶι χαίρειν
3καὶ ὑγιαίνειν. λαβὼν τὸ παρὰ σοῦ γράμμα
4περὶ τῶν κατὰ τοὺς ἐμφανίζοντας τὰ
5ὑπάρχοντα τοῦ εὐκλήρου ἀδελφοῦ σου
6ἡμῶν δὲ φίλου γενομένου Πετεχῶντος
7οὐδὲν σπουδῆς οὐδὲ κακοπαθίας
8παρέλιπον, ἕως οὗ ἕκαστα ἐπιγνῶ
9Νεάρχου τοῦ παιδίου ἐπακολουθοῦντος.
10ἐπεὶ οὖν σὺν θεοῖς οὐδὲν μὲν προβέβη(κεν),
11ἐξ ἰδίων δὲ γέγονεν ἡ καταρχὴ τοῦ
12πράγματος χαλκοῦ τριῶν
δαπανη-
13θέντων ̣η̣θήσεται
(*) τὸ πρᾶγμα, ὡς ἂν
14λάβῃς τὸ γράμμα ἐμβαλοῦ τόν τε ὀρφανὸν
15καὶ τὴν τούτου μητέρα, ἵνα π̣ρὸς μὲν
16κατάπληξιν τῶν τολμησάντων ἔχωμεν
17α[ὐτο]ὺς ἑτοίμους πρὸς ἐντυχίαν, πρὸς δὲ
18λύ̣σ̣ιν αὐτοὶ πάλιν ἐπακολουθήσωσιν
19τοῖς ὑφʼ ἡμῶν οἰκονομηθησομένοις. καὶ
20σαυτοῦ
(*) ἐ̣π̣ι̣μ̣(ελοῦ) ἵνʼ ὑ(γιαίνῃς).
21ἔρρωσο. (ἔτους)
ζ Μεχ(εὶρ)
κθ.