1κόλ(λημα)
2Πρωτάρχωι
3παρὰ Ζωίδος τῆς Ἡρακλείδου μετὰ κυ-
4ρίου τοῦ ἀδελφοῦ Εἰρηναίου τοῦ Ἡρακλείδου
5καὶ παρὰ Ἀντιπάτρου [τ]οῦ Ζήνωνος. συ[νχω]-
6ροῦσιν Ζωὶς καὶ Ἀντίπατρος κεχωρίσ[θ]αι
7ἀπʼ ἀλλήλων τῆς συστάσης αὐτοῖ[ς συμ]-
8βιώσεως κατὰ συγχώρησιν διὰ τοῦ [αὐ]-
9τοῦ κριτηρίου τῷ ἐνεστῶτι
ιζ (ἔτει) Καίσαρ[ος]
10Ἁθύρ, ἡ δὲ Ζωὶς ἀπεσχηκέναι παρὰ τοῦ
11Ἀντιπάτρου διὰ χιρὸς
(*) ἐξ οἴκου ὃ̣ εἶχεν ε̣ἰ̣ς̣
12φερνάριον ἱματίδια ἐν ἀργυ[ρί]ου δρα[χμαῖς]
13ἑκατὸν εἴκοσι
καὶ ἐνωτίω̣ν̣ [χ]ρυσῶν
14ζεῦγος· εἶναι μὲν αὐτόθεν ἄκυρο̣ν
15τὴν τοῦ γάμου συνχώρησιν, μὴ ἐπε-
16λεύσεσθαι δὲ τὴν Ζωίδα μηδʼ ἄλ-
17λον ὑπὲρ αὐτῆς ἐπὶ τὸν Ἀντίπατρον
18περὶ ἀπαιτ̣ήσεως τοῦ φερναρίου, ἀ̣μ̣φ̣ο̣-
19τέρους δὲ ἐπʼ ἀλλήλους μήτε περὶ
20συνβιώσεως μηδὲ περὶ ἄλλου μηδε-
21νὸς ἁπλῶς τῶν ἕως τῆς ἐνεστώσης
22ἡμέρας, ἀφʼ ἧς καὶ ἐξεῖναι τῇ μὲν
23Ζωίδι συναρμόζεσθαι ἄλλῳ ἀνδρὶ
24καὶ τῷ δὲ Ἀντιπάτρῳ ἄλλῃ γυναι-
25κὶ ἀμφοτέροις ἀνυπευθύνοις οὖσι,
26καὶ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκε-
27χωρημένα ἔτι καὶ ἐνέχεσθαι τὸν
28παραβαίνοντα τοῖς τε βλάβεσσι
(*)29καὶ τῷ ὡρισμένῳ προστίμωι.
——
30(ἔτους)
ιζ Καίσαρος Φαρμοῦθι
β̣