1Πρωτάρχωι
2παρὰ Ἡλιοδώρου τοῦ Ἡ̣λ̣ι̣[οδ]ώ̣ρ̣ου
3τοῦ καὶ Ἀφροδει[σ]ίου Ἀ̣[λ]θ̣α̣ι̣έ̣ω̣ς̣
4καὶ παρὰ Διδύμου καὶ Σεύθο[υ ἀμ]-
5φοτέρων Δ[ι]δύμου καὶ τῆς [τοῦ]
6Διδύμου γυναικὸς Θεο[δότ]ης τῆς
7Θεοδώρου μετὰ κυρίου τ[οῦ] ἀνδρός.
8συνχωρεῖ ὁ Ἡλιόδωρος ἀπεσχη[κ]έναι
9παρὰ τοῦ Διδύμου καὶ Σεύθου [κ]αὶ Θεο-
10δότης διὰ χειρὸς ἐξ οἴκου τὰ δάνηα
(*)11ἃ ἐδάνεισεν αὐτοῖς κατὰ συνχω-
12ρήσεις δύο
τὰς διὰ τοῦ αὐτοῦ κριτη-
13ρίου γεγονυίας τῶι
ιγ (ἔτει) Καίσαρος
14Φαμενὼθ μίαν
μὲν δραχμὰς
15ἑξακοσίας ἑξήκοντα
καὶ τοὺς τού-
16των τόκους, τὴν δὲ ἑτέραν δρα-
17χμὰς ἑκατόν
, καὶ εἶναι ἀκύρο̣[υ]ς
18ἀμφοτέρας τὰς συνχωρήσεις καὶ
19τὰς [γ]ενηθεί[σ]ας κατʼ αὐτὰς δια-
20γραφὰς διὰ τῆς Ζωίλου τραπέζης
21σὺν τῇ διὰ τῆ[ς] τῶν ἑκατὸν
δρα-
22χμῶν συνχωρήσεως σ̣η̣μ̣α̣ν̣θ̣ε̣ί̣-
23σηι παραμονῇ τοῦ Διδύμου
24καὶ Θεοδότης υἱοῦ Διδύμου καὶ
25μὴ ἐπελεύσεσθαι τὸν Ἡλιό[δ]ωρον
26μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ [ἐπὶ] τ̣[ὸ]ν Δίδυ-
27μον καὶ Σεύθην καὶ Θεοδότην
28μήτε περὶ τῶν αὐτῶν μ̣ή̣τ̣ε̣
29περὶ ἄλλου μηδενὸς ἁπλῶς [ὀ]φ[ε]ιλή-
30ματος ἢ ἀπαιτήματος ἐγγράπτου
31ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν
32χρόνων μέχρι τῆς ἐνεστώσης
33ἡμέρας, ἀλλὰ μηδὲ ἐ̣π̣ὶ̣ τ̣ὸ̣ν̣ [υ]ἱ̣ὸ̣ν̣
34Δίδυμον ἐπελεύσεσθαι περὶ τ̣ῶ̣ν̣
35κατὰ τὴν παραμονὴν τρόπωι
36μηδενὶ ἢ χωρὶς τοῦ κύρια εἶναι
37τὰ συνκεχωρημένα ἐνέχεσθαι
38αὐτὸν παραβαίνοντα τοῖς τε βλάβε-
39σι καὶ τῶι ὡρισμένωι προστίμωι.
——
40(ἔτους)
κ Καίσαρος Π̣α̣χ̣ὼ̣ν̣
θ̣