1 (hand 2) κόλ(λημα)
(*)2 (hand 1) Πρωτάρχωι
3παρὰ Θερμίου τῆς Ἀπ̣ί̣ω̣ν̣ο̣ς μετὰ κυρίου
4τοῦ Ἀπολλωνίου τοῦ Χαιρέου καὶ παρὰ Ἀπολ-
5λωνίου τοῦ Πτολεμαίου. συνχωροῦσιν Θέρμιον
6καὶ Ἀπολλώνιος Πτολεμαίου συνεληλυ-
7θέναι ἀλλήλοις πρὸς βίου κοινωνίαν, ὁ δὲ αὐ-
8τὸς Ἀπολλώνιος Πτολεμαίου εἰληφέ-
9ναι παρὰ τῆς Θερμίου διὰ χιρὸς
(*) ἐξ οἴ-
10κου φερνάριον ἐνωτίων χρυσῶν ζεῦ-
11γος τετάρτων τριῶν
καὶ ἀργ(υρίου) (δραχμῶν) ̣ ̣
12ἀπὸ τοῦ νῦν τὸν Ἀπολλώνιον Πτολεμαίου
13χο[ρηγ]ε[ῖ]ν τῇ Θερμίῳ τὰ δέοντα πάντα
14καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ γαμετῇ
15κατὰ [δ]ύναμιν τῶν ὑπαρχόντων καὶ μὴ
16κακ[ουχ]ῖν
(*) αὐτὴν μηδὲ ἐγβάλλειν μηδὲ
17ὑβ[ρί]ζιν
(*) μήδʼ ἄλλην γυναῖκαν
(*) ἐπισάγειν
(*)18ἢ ἐκτίν[ειν] παραχρῆμα τὸ φερνάριον
19σὺν ἡμ[ιολίᾳ] τῆς πράξεως γινομένης
20ἔκ τε [αὐτο]ῦ Ἀπολλωνίου τοῦ Πτολεμαίου
21[καὶ] ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάν-
22[των κα]θάπερ ἐγ
(*) δίκης, καὶ τὴν δὲ Θέρ-
23[μιον ] ̣ ̣ ̣]τιλιν τὰ πρὸς τὸν ἄνδρα καὶ
24[τὸν κοι]νὸν βίον δίκαια καὶ μήτε ἀ-
25[πόκοι]τ̣ο̣ν̣ μήτε ἀφήμερον γίνεσθαι
26[ἀπὸ τῆ]ς οἰκίας ἄνευ τῆς Ἀπολλωνί-
27[ου] το[ῦ Π]τολεμαίου γνώμης μηδὲ φθίρειν
(*)28[μηδὲ] καταβλάπτειν τὸν κοινὸν οἶκον
29[μήδʼ ἄλ]λῳ ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν
30τούτ[ω]ν τι διαπραξαμένην κριθῖσαν
(*)31στέρεσθαι τοῦ φερναρίου χωρὶς τοῦ
32τὸν παραβαίνοντα ἐνέχεσθαι καὶ τῷ
33ὡρισμένῳ προστίμωι.
——
34(ἔτους)
ιζ Καίσαρος Φαρμοῦθι
κ