1Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου
παρὰ Φιλωτέρας τῆς Ἀντιόχου ἀστῆς μετὰ κυρίου vac. ?
vac. ? καὶ παρὰ Λαοδίκης τῆς Λυσίου Μακέτας μετὰ κυρίου
4τοῦ ἀδελφοῦ Μάρκου Σολπικίου Πρωτάρχου περὶ τῶν διεσταμένων
(*)5συνχωρεῖ ἡ Λαοδίκη ἀπεσχηκέναι παρὰ τῆς Φιλωτέρας διὰ χειρὸς ἐξ οἴκου
6τὸ ἑσταμέν[ον] κεφάλαιον, παρακεχωρηκέναι αὐτῇ τὴν ὑπάρχουσαν αὐτῇ
7δούλην ᾗ ὄνομα Μοῦσα ἐνγενῆ Αἰγύπτωι, ἧς τὰ ἔτη καὶ αἱ εἰκόνες ὑπό-
8κεινται, ἥνπερ καὶ παρείληφεν ἡ Φιλωτέρα ἀσυκοφάντητον πλὴν ἱερᾶς νόσου
9καὶ ἐπαφῆς ταξαμένη τὸ̣ τέλος εἰς τὰ ἀνδράποδα. κρατεῖν καὶ κυριεύειν αὐτὴ(ν)
10Φιλωτέραν τῆς δούλης καὶ ἄλλοις παραχωρεῖν καὶ ὡς ἐὰν θέλῃ ἐπιτελεῖν,
11μηδεμίαν δὲ τῇ Λαοδίκῃ μήδʼ ἄλλῳ ὑπὲρ αὐτῆς μηδενὶ καταλείπ(εσθαι)
12ἔφοδον ἐπὶ τὴν δούλην, βεβαιοῦν δὲ καὶ πᾶσαν μὲν εἰσελευσομένην
13ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι, ἐὰν δέ τι τούτων παραβαί\νῃ/
14χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ προσεκτίνειν αὐτὴν Φιλω(τέρᾳ)
(*)15κεφάλαιον σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἐπιτίμων
16ἀργυρίου δραχμὰς πεντακοσίας
κ̣α̣ὶ̣ τὸ ὡρισμένον πρόστιμον
(*) καθάπερ ἐγ
(*) δίκης,
17δρασμων
(*) δὲ καὶ θανατου
(*) τῆς δούλης ἀπὸ τοῦ νῦν οὐκ ἔσται
(*) πρὸς τὴν
18Λαοδίκην, ἀναδέδωκεν δὲ ἡ Φιλωτέρα ἣν εἶχεν εἰς ἑαυτὴν ἀσφάλει(αν).
19ἔστιν δὲ ἡ δούλη Μοῦσα ὡς ἐτῶν τριάκοντα πέντε
μέση μελίχρως
20μακροπρόσωπος εὐθύρρειν
(*) οὐλὴ γενείωι ἐξ ἀριστερῶν
——