1κόλ(λημα)
2Πρωτάρχ[ω]ι
3παρὰ Ἰσιδώρας τῆς Κ̣ο̣μ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] μ̣ε̣τ̣ὰ̣ κ̣υ̣ρ̣ί̣ο̣υ̣ τ̣ο̣ῦ̣ ἀ̣[δελφοῦ Εὐτυχίδου]
4[το]ῦ̣ Κ̣ο̣μ̣[ ̣ ̣ ̣ ̣] κ̣α̣ὶ̣ π̣α̣ρ̣[ὰ Δ]ιδ[ύ]μ̣η̣ς̣ [τῆς] Ἀ̣π̣ο̣λ̣[λωνίου Περ]σ̣ε̣ί̣νης [μετὰ κυρίου]
5τοῦ ἀδελφοῦ Ἰσχυρίωνος τοῦ Ἀπολλων[ίου. περὶ τῶν διεσταμένων συνχωρεῖ ἡ]
6[Διδύ]μη τροφεύσειν καὶ θηλάσειν ἔ̣ξ̣ω̣ [πα]ρʼ ἑ̣α̣[υτῆι κατὰ πόλιν τῶι ἰδίωι]
7αὐ̣τ̣ῆ̣ς̣ γάλακτι καθαρῶι καὶ ἀφθόρωι ἐ̣π̣ὶ̣ χ̣ρ̣[όνον μῆ]νας [δεκαὲξ
] ἀ̣π̣ὸ̣ Φ̣α̣ρ̣-
8μοῦθι τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου (ἔτους) [Καίσαρος] ὃ̣ ἐ̣γ̣δ̣[έδοται αὐτῇ ἡ Ἰσιδώρα]
9δουλικὸν αὐτῆς παιδίον [ἀ]ναίρε[τον] ὑ̣π̣ο̣τ̣[ίτθιον ] ̣ ̣ ̣ ̣ ̣ ̣ ὧι ὄνομα ] ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
10λαμβάνουσα παρʼ αὐτῆς Ἰσιδώρας μισθ[ὸν τοῦ τε γάλακτος καὶ τῆς τροφείας κατὰ]
11μῆνα ἕκαστον ἀργυρίου δραχμὰς δέκα
καὶ ἐλαίου κοτύλας δ[ύ]ο
, ο̣ἷ̣ς̣ [εὐτα]-
12κτουμένην αὐτὴν ποιεῖσθαι τήν τε ἑατῆς
(*) καὶ τοῦ παιδίου ἐ̣π̣ι̣μ̣έ̣λ̣η̣α̣ν̣
(*)13μὴ φθείρουσαν τὸ γάλα μηδʼ ἀνδροκοιτοῦσαν μηδʼ ἐπικυοῦσαν [μηδʼ ἕτερον]
14παραθηλάζουσαν παιδίον, ἅ τε ἐὰν λάβῃ ἢ πιστευθῇ τῶν τούτου ταῦτα \σ̣ῶ̣α̣/ σ̣υ̣ν̣-
15τηρήσειν καὶ ἀποδώσειν ὅταν ἀπαιτῆται ἢ ἐκτείσειν
(*) τὴν [ἑκάστου ἀξίαν πλὴν]
16συνφανοῦς ἀπωλείας, ἧς καὶ φανερᾶς γενηθίσης
(*) [ἀπο]λελύσ[θω. αὐτόθεν]
17δʼ ἀ̣π̣έ̣σχηκεν ἡ Διδύμη παρὰ τῆς Ἰσιδώρας δ̣ι̣ὰ̣ χ̣ε̣ι̣ρ̣ὸ̣ς̣ ἐ̣ξ̣ ο̣ἴ̣κ̣ο̣υ̣ [(δραχμὰς)
λ καὶ] ἔλαιον τῶν πρώτων
18μηνῶν τριῶν
τοῦ τε Φαρμοῦθι καὶ Παχὼν \καὶ Παῦνι/ καὶ μὴ ἐγλείπειν
(*) τ[ὴν τροφείαν ἐντὸς]
19τοῦ χρόνου, ἐὰν δέ τι παραβαίνῃ ἐκτίνιν
(*) αὐτὴν ἅ τε [εἴληφεν τροφεῖα καὶ]
20ἃ ἐὰν προσλάβῃ σὺν ἡμιολίαι καὶ τὰ βλάβη καὶ δα[παν]ήματα, [ἐκτί]σ̣ε̣ι̣ν̣ δ̣ʼ ἔ̣τ̣ι̣ [(δραχμὰς)]
21πεντακοσίας
καὶ τὸ ὡρισμένον [πρόστιμον], τῆς πράξεως γεινομένης τῇ Ἰσιδώρᾳ
22ἔκ τε αὐτῆς Διδύμης καὶ [ἐκ τῶν] ὑπαρχόντων αὐτῆς π̣ά̣ν̣(των) καθ[ά]περ ἐγ
(*) δίκ[ης],
23ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενένκῃ
(*) πίστεων πασῶν σκέπης [πάσης,]
24ἕκαστα δὲ αὐτῆς ἐπιτελούσης καὶ τὴν Ἰσιδώρα̣ν̣ [χο]ρ̣η̣γ̣ή̣σ̣ε̣ι̣ν̣ α̣ὐ̣τ̣ῇ
25τὰ κατὰ μῆνα τροφεῖα ὡ̣ς̣ π̣ρ̣ό̣κ̣ε̣ι̣τ̣α̣ι̣ ἐπὶ τοὺς λοιποὺς [μῆνας]
26δεκατρεῖς
καὶ μὴ ἀποσπάσειν τὸ παιδίον ἐντὸς τοῦ χρόνο̣υ̣ [ἢ καὶ αὐτὴν]
27ἐκτίνιν
(*) τὸ ἴσον ἐπίτιμον· παραβαλεῖ δὲ ἡ Διδύμη πρὸς [τὴν Ἰσιδώραν]
28κατὰ μῆνα ἕκαστον ἀεὶ διὰ ἡμερῶν τεσσάρων
ἄ̣γ̣ο̣υ̣σ̣α̣ [καὶ τὸ παιδίον πρὸς τὸ]
29ἐπιθεωρεῖσθαι ὑπʼ αὐτῆς. ἀ̣ξ̣ι̣ο̣ῦ̣(μεν)
30 (hand 2) Ἰσιδώρα συνχωρῶ κατὰ τὰ προγε[γραμμένα]
31Εὐτυχίδης ἐπιγέγραμμαι κύριος τῆς ἀδελφ[ῆς] [καὶ γέγραφα]
32ὑπὲρ αὐτῆς γρά(μματα) μ̣ὴ̣ ἰ̣δ̣υ̣ί̣α̣ς̣
(*)33 (hand 3) Διδύμη συνχωρῶ κατὰ τὰ πρ[ογεγραμμένα]
34Ἰσχυρίων ἐπιγέγραμμαι [τῆς ἀδελφ]-
35ῆς μου κύριος καὶ γέγρα[φα ὑπὲρ αὐτῆ]-
36ς γράματα
(*) μὴ εἰδυίας
37 (hand 1) Ἰσιδώ(ρας) (ἔτους)
ιζ38Κ̣α̣ί̣σ̣α̣ρ̣ο̣ς̣