1Πρωτάρχῳ
2παρὰ Λυκαίνης τῆς Ἀσκληπιάδου με-
3τὰ κυρίου τοῦ πατρὸς Ἀσκληπιάδου
4τοῦ Λύκου καὶ παρὰ Ἱέρακος τοῦ Ἀπολ[λω]ν̣ί̣ο̣υ̣
5καὶ τῆς τοῦτον ἐνγυωμένης εἰς ἔκτισιν
6μητρὸς αὐτοῦ Διδύμης τῆς Διονυσίου [με]-
7τὰ κυρίου αὐτοῦ Ἱέρακος. συνχωρ[οῦσι Λύ]-
8καινα καὶ Ἱέραξ συνεληλυθέναι ἀλλ[ήλοις]
9πρὸς βίου κοινωνίαν, ὁ δὲ Ἱέραξ εἰλη-
10φέναι παρ
(*) ταύτης διʼ ἐνγύου τῆς Διδύ-
11μης φερνὴν διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου
12Πτολεμαικοῦ δραχμὰς ἑκατὸν ὀγδοή-
13κοντα τέσσαρες
(*) σὺν τιμῇ κλαλίου
(*)14ἀσήμου δραχμῶν ὀκτώ
· ἀπὸ τοῦ νῦν
15χορηγεῖν αὐτὸν τῇ Λυκαίνῃ τὰ δέον-
16τα πάντα καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ
17γαμενῇ
(*) κατὰ δύναμιν τῶν ὑπαρ-
18χόντων καὶ μὴ κακουχεῖν αὐτὴν
19μήδʼ ἐγβάλλειν μηδὲ ὑβρίζειν
20μηδὲ ἄλλην γυναῖκα ἐπεισάγειν ἢ ἐκτ[ι]-
21νειν αὐτόν τε καὶ τὴν Διδύμην παρα-
22χρῆμα τὴν προκειμένην φερνὴν σὺν
23ἡμιολίᾳ τῆς πράξεως γεινομένης
24τῇ Λυκαίνῃ ἔκ τε αὐτοῦ Ἱέρακος καὶ
25ἐκ τῆς ἐνγύου Διδύμης καὶ ἐξ ἑνὸς
οὗ
26ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόν-
27των αὐτοῖς πάντων καθάπερ ἐγ
(*) δί-
28κης, τὴν δε Λύκαιναν μήδʼ ἀφήμερον
29γείνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς
30Ἱέρακος γνώμης μηδὲ φθείρειν τὸν
31οἶκον μήδʼ ἄλλῳ ἀνδρὶ συνεῖναι
32ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμέν[ην]
33κριθεῖσαν στέρεσθαι
(*) τῆς φερνῆς χορὶς
(*)34τοῦ τὸν παραπαίνοντα
(*) ἐνέχεσθαι τῷ
35ὡρισμένῳ προστίμῳ, περὶ δὲ τ ̣ ̣ ̣ ̣ ̣ ̣
36[ ̣ ̣ ̣ ̣ ̣ ̣] ἐν ἡμέραις χρημ[ατιζούσαις
ε]
37[ἀφʼ ἧς ἂν] ἀλλήλο̣ι̣ς̣ [προείπωσι ]-ca.?-]
-- --