1[Πρωτάρχ]ωι
2παρὰ Πλάτωνος τοῦ Θεοδώρου καὶ παρὰ Πτο-
3λεμαίου τοῦ Ζή[ν]ωνος Πέρσου τῆς ἐπιγονῆς
4καὶ τῆς τούτ[ο]υ γυναικὸς Σελήνης τῆς Πτο-
5λεμαίου Περσείνης
(*) μετὰ κυρίου αὐτοῦ τοῦ
6ἀνδρὸς περὶ τῶν διεσταμένων συνχω-
7[ροῦ]σιν
(*) Πτολεμαῖος καὶ Σελήνη ἔχιν
(*) παρὰ
8το[ῦ] Πλάτωνος δάνηον
(*) διὰ χιρὸς
(*) ἐξ οἴκου
9ἀργυρίου Πτολεμαικοῦ (δραχμὰς)
ριβ τόκων διδρ̣[ά]-
10χμων τῶν
ριβ (δραχμῶν) τοῦ μηνὸς ἑκάστου
11ὃ καὶ ἀποδώσειν ἐν μησὶν ἓξ
ἀπὸ Παχὼ\ν/
12το[ῦ ἐ]νεστῶτος
ιζ (ἔτους) Καίσαρος διδόντες
13τὸν μὲν τόκον κατὰ μῆνα εὐτάκτως τὸ δὲ
14κεφάλαιον ἐν τῷ ἐσχάτῳ μηνὶ ἄνευ πά-
15σης ὑπερθέσεως ἢ̣ εἶναι αὐτοὺς παραχρῆ-
16μα ἀγωγίμους
(*) καὶ συνέχεσθαι μέχρι τοῦ
17ἐκτεῖσαι τὸ μὲν δάνηον
(*) σὺν ἡμιολίᾳ, τοὺς
18δὲ τόκους ἁπλοῦς καὶ τοῦ δὲ ὑ̣περπεσόν-
19τος χρόνου τοὺς ἴσους τῆς πράξεως γι-
20νομένης τῷ Πλάτωνι ἔκ τε τῶν ὑποχρέ-
21ων ὄντων ἀλληλενγύων
(*) εἰς ἔκτισιν καὶ
22ἐξ ἑνὸς
καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ
23ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων
24καθάπερ ἐγ
(*) δίκης ἀκύρων οὐσῶν καὶ ὧν
25ἐὰν ἐπενέγκωσιν πίστεων πασῶ[ν]
26σκέπης πάσης.
27--
28ἔ(τους)
ιζ Καίσαρος Φαρμοῦθι
κβ