1[Πρωτάρχωι]
2[παρὰ Εὐγενείας τῆς ] ̣ ̣ ̣ ̣ ̣ ̣ μετὰ κυρίου ]-ca.?-]
3[ ̣ ̣ ̣ ̣ ̣ ̣ καὶ παρὰ Μάρκου Ἰου]λίου Φήλικος ἀπελ[ευ]θέρου τοῦ
4πάτρωνος Γαίου Ἰουλίου Φήλικος ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ου
5Ἐπαφροδείτου. συνχωρεῖ ὁ Μᾶρκος ἀπεσχηκέ[ναι] παρὰ τῆς
6Εὐγενείας διὰ χειρὸς ἐξ οἴκου τροφεῖα καὶ [τὴν] ἄλλην δαπά-
7νην μηνῶν δεκαδύο
οὗ κατὰ τ[ὴν διὰ] τοῦ αὐτοῦ κρι-
8τηρίου τετελειωμένην συνχώρησιν τῶι ἕκτω[ι] καὶ
9εἰκοστῷ ἔτει Καίσαρος Μεχεὶρ ἐγδέδοται αὐτῷ α[ὐτῆς]
10δουλικοῦ παιδίου Θαλλούσης, ὥστε τροφευ[θῆναι]
11ὑπὸ τῆς δούλης αὐτοῦ, καὶ μὴ ἐπελεύσεσθαι τὸν Μᾶρκ(ον)
12μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὴν Εὐγένειαν περὶ τῶν
13τροφείων ἀλλὰ μηδʼ ἐπʼ αὐτὸ τὸ παιδίον ἐπελεύσεσ[θαι τρό]-
14πῳ μη[δενὶ] ἢ, χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχω[ρη]-
15μένα, ἐκτίνειν αὐτὸν ἃ ε[ἴ]ληφεν τ[ρο]φεῖα σὺν ἡμιο-
16λίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς
17διακοσί[α]ς
καθάπερ ἐγ
(*) δίκης. παρείληφεν δὲ καὶ ἡ Εὐγένεια
18τὸ παιδίον Θάλλουσαν. ἀξιοῦ(μεν) σες( )