1[Πρωτάρ]χωι τῶι ἐπὶ τοῦ [κριτηρίου]
2π̣α̣ρ̣ὰ̣ Ἀ̣χ̣ι̣λλέως τοῦ Θ̣[έωνος Ἀλθαιέως καὶ παρὰ Λύκας τῆς]
3Ζωίλου [Π]ε̣ρ̣σείνης
(*) μετὰ κ[υρίου τοῦ ἀνδρὸς] Διο[νυσίου τοῦ Πτολε]-
4μαίου Πέρσου τῆς ἐπιγονῆς [καὶ] αὐτοῦ Διονυσίου. συν[χωροῦ]-
5σιν Λύκα καὶ Διονύσιος ἔ̣χ̣ειν π̣α̣ρ̣ὰ̣ τοῦ Ἀ̣χ̣ι̣λ̣λέως δ̣ά̣ν̣ειο̣ν̣ δ̣ι̣[ὰ]
6χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς τριακοσίας
7δέκα
[ἐφʼ] ο̣ὗ̣ δ̣ώ̣σειν τ̣[ό]κ̣[ο]ν̣ ὀβολοὺς ὀκτὼι
(*) τῆς μνᾶς ἑ̣κ̣ά̣σ̣τ̣η̣ς̣
8κατὰ μῆνα ἀπὸ Ἁθὺρ τοῦ ἐνεστῶτος ἕκτου [καὶ εἰκοστοῦ (ἔτους)]
9Καίσαρος, τὸ δὲ κεφάλαιον ἀποδώσει[ν ἐ]ν̣ μ̣η̣σ̣ὶ̣ν̣ τ̣ρ̣ι̣[σ]ὶ̣ν̣
ἀ̣π̣ὸ̣ τ̣ο̣ῦ̣ α̣ὐ̣[τοῦ]
10μηνὸς ἄνευ πάσης ὑπερθέσεως ἢ εἶν̣α̣ι̣ [αὐτ]οὺς π̣α̣ρ̣α̣[χρῆ]μ̣α̣ ἀ̣γ̣ω̣γ̣ί̣-
11[μο]υς ἢ τὸν ἐσόμενον α̣ὐ̣τ̣ῶ̣ν̣ [ἐμ]φ̣[αν]ῆ̣ καὶ [συνέχε]σθαι [μέχρι τοῦ]
12ἐκτῖσαι
(*) τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοὺς δὲ τ̣ό̣κ̣ο̣υ̣ς̣ ἁπλ[οῦς],
13τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα διδράχμους
14γ̣ε̣ι̣ν̣[ο]μένης τῆς πράξε[ως] τῷ Ἀχιλλεῖ ἔκ τε τῶν ὑποχρέ-
15[ων] ὄντων ἀλληλεν[γύ]ων
(*) ε̣ἰ̣ς ἔ̣κ̣τ̣ε̣ι̣σ̣ι̣ν̣
(*) καὶ ἐξ ἑν[ὸ]ς
ο̣ὗ̣ ἐ̣ὰ̣ν̣ α̣ὐ̣[τῶν]
16[αἱρ]ῆ̣[ται] καὶ ἐκ τῶν ὑπαρχόν[των] αὐτοῖς [πάντων καθάπ]ερ ἐγ
(*) δίκης
17ἀκύρων οὐσῶν [καὶ ὧν ἐὰν] ἐπε[νέγκωσι] πίστεων πασ[ῶν]
18σ̣κ̣έ̣π̣η̣ς̣ π̣ά̣σ̣η̣ς̣. ἀξιοῦ(μεν).
——
19 (hand 2) Ἀχ[ιλλεὺς συνχ]ωρ[ῶ κατὰ τὰ] π[ρο]γεγραμ-
20μένα.
21 (hand 3) Λύκα καὶ Διονύσιος συνχωρῶ
22[κατὰ τὰ προγεγραμμένα], Διονύσιο-
23ς ἐπιγέγραμμαι τῆς μη ̣ ̣ ̣
24α̣ι̣α̣ς κ̣ύ̣ρ̣ι̣ο̣ς̣ καὶ γέγραφα π̣ε̣ρ̣ὶ̣
25[αὐ]τῆς γράμματα μὴ ἰδύης
(*) .
-- -- -- -- -- -- -- -- -- --