1Εὐρυλ̣ό̣χ̣ῳ συγγενεῖ καὶ στρατηγῶι καὶ
2ἐπὶ τῶν προσόδων
3[πα]ρὰ Τασέμθεως γυναικὸς Ὥρου ἀδελφοῦ
4[Ἑριέ]ως τοῦ πτεραφόρου ἱερέως τοῦ ἐν Τ̣ι̣λ̣ώ̣[θ]ε̣ι̣
5ἱεροῦ Ἡρακλέους θεοῦ μεγίστου. τῶν γονέ[ω]ν μου
6ἐκ Ποενάμεως εἰς τὸ ἐν τῆι Τιλώθει κατελ-
7θόντων \ἱερὸν/ καὶ εἰς τὸ τῶν προγεγραμμένων
8παστοφόριον καταλυσάντω[ν] ἐπιπλεκείς μοι
9ὁ Ὧρος ἐκ πολλῆς διατριβῆς. ὁ πατὴρ ἀποθ[έ]-
10μενος τὰ ἐν τῆι ἰδίαι ὑπάρχοντα καὶ φερνὴν
11αὐτῶι διὰ τῶν ἀδελφῶν τοῦ τε Ἑριέως καὶ Σεμθέ[ως]
12Παάβιος προσενεγκάμενος χα(λκοῦ) νο(μίσματος) (τάλαντα)
κε. ἔγραψέν
13μοι Αἰγυπτίαν τ̣ρ̣ο̣φ̣ῖ̣τιν, ἐξ οὗ καὶ ἐσχηκυῖα
14τέκνα
δ, ἀ[πὸ δὲ το]ύτων ἑνὸς
πε̣ρ̣[ιόντος].
15οἱ ἀδελφοὶ ἀνήν̣ε̣γ̣κ̣αν αὐτῶι τῶν οἰκη[μά]τ̣ω̣ν
16[δ]ιαίρεσιν. ὁ ἀνὴρ μεταλλάξας τὸν βίον
17[ο]ὕ̣τ̣ως διακείμενος. ἐμὲ ἠνάγκασαν μέχρι τοῦ
18νῦν τὰς ἐν ταῖς νεκρίαις εἰς αὐτὸν δαπάνας
19ποιεῖσθαι, πάντα τὰ τοῦ τέκνου ἀποφερόμενοι
20οὐδὲν εἰς τὰ ἀναγκαῖα ἐπιχορηγοῦσι. διὸ ἀξιῶι
(*)21χήρα οὖσα ἐκθεῖναί μοι καὶ τῶι ὀρφανῶι
22παιδίωι τὸ δίκαιον μὴ ἐμμεμενηκότα̣ ἐφʼ οἷς
23οἱ ἱερεῖς καὶ Ἀπίων ὁ γυμνασιαρχήσας δεδικαιωκαν
(*) ,
24ἐὰν φαίνηται προνοῆσαι ἡμῶν, ἵνʼ ὦμεν βεβοηθημένοι.
vac. ? (hand 2) εὐτύχει