1Ἀπίων Ἀπολ̣[λω]νίωι τῶι ἀδελφῶι χαίρειν καὶ
2ὑγιαίνειν. ἧς γέγραφα τῶι ἀρχεδεάτρωι
3ἐπιστολῆς, ἀντίγραφον ὑποτέτακται. κἀγὼ
(*) δὲ
4θεῶν σῳζόντων διατάξ̣ας̣ τ̣ὰ τ̣ο̣[ῦ μι]σθωσιδίου
5καταπλεύσομαι. προσπαρακαλῶ δὲ σ̣[εαυ]τ̣ο̣ῦ̣
6ἐπιμέλεσθαι, ἵνʼ ὑγιαίνηις.
7ἔρρωσο. (ἔτους)
ιε, Θωῦθ
κζ.
——
8Ἀπίων Νουμηνίωι τῶι σεμνοτάτωι π̣ο̣[λ]λ̣ά̣ τ̣ε̣
9χαίρειν καὶ ἐρρωμένωι διευτυχεῖν. γέγρ̣α̣φα
10Διονυσίωι διαγράψαι ἀπʼ εὐχρησ̣τ̣ί̣α̣ς̣ [π]α̣ρ̣α̣υ̣[τὰ] τ̣ὰ̣ς̣
11λοιπογραφουμένας πρὸς πά̣ντα λό̣γ̣ο̣ν̣ τοῦ
12ιδ (ἔτους) ἀργυρίου (δραχμὰς)
Βϡ, Κόμων δὲ καταπέπλευκεν.
13διὸ ἐὰν φαίν[η]ται συντάξεις πρᾶξαι αὐτόν,
14ὃ προσοφείλε̣ι̣ ἀργυρίου (τάλαντον)
α, (δραχμὰς)
τν. ἔχει δὲ
15Διονύσιος τὰς τῶν ἐπιθηκῶν ἀσφαλείας
16τάλ̣α̣[ντα] ̣ ̣ ̣ ̣ ̣ (δραχμὰς)
Αφ. καὶ ἐγὼ δὲ ὡς ἐν ἀπόροις
17ζητήσω πόρον̣ ἀπὸ μέρους, ὧν ἂν δύνωμαι.
18τὰ δὲ τοῦ μισθω̣σιδίου διατάξας ἐν τάχει καταπλεύσο̣μ̣[αι].
19ἕως γὰρ σταθῆ[ι] τὰ τοῦ νομαρίου τελείως ἀπρακτῶ.
20[π]ροσπαρακαλῶ δ̣ὲ̣ σαυτοῦ ἐπιμέλεσθαι, ἵνʼ ὑγιαίνηις.
21ἔρρω(σο). (ἔτους)
ιε, Θωῦθ
κζ.