80[Διοσκου]ρίδης Σαραπίωνι χαίρειν. ἐπεὶ ἐκ τῶν π[αρὰ]
81[Πτολεμ]αίου τῶν ἀρχισωματοφυλάκων καὶ στρατηγοῦ
82[γεγραμμ]ένων ἡμῖν τὰ κατὰ τὴν οἰκοδομὴν
(*) τοῦ
83[κτιζομέ]νου ἐπὶ τοῦ καθʼ Ἡρακλέους πόλιν ὅρμου
84[φρουρίου ἐν] συντελείαι ἐστίν, εἰ[ς] δὲ τὴν τῶν πυλῶν
85[κατ]α[σ]κευὴν οἴεται δεῖν ὁ Πτολεμαῖος ξύλα τε καὶ σίδηρον
86[ὡ]ς εἰς ἀσπίδας καὶ ἥλους χορηγηθῆναι, καὶ γεγράφαμεν
87τ[οῖ]ς ἐν τῆι Θηβαίδι ἐκπέμψαι τὰ σημανθέντα
88[το]ῦ σιδήρου καθʼ ὅτι Πρώταρχον τὸν ἀρχιτέκτονα ἀνενεγκεῖν
89σ[υντάξασ]θαι δὲ [τοῖς] σκεπάζουσι παραδοῦναι οἷς ἂν σύ τε καὶ
90Δ[ιο]νύσιος ὁ βασιλικὸς γραμματεὺς [συ]στήσητε, προνοήθη[τι]
91ὅπως αἵ τε θυραὶ κατασκευασθῶσιν ἐξ ἐπιχωρίων ξύλω̣[ν]
92ἐπιτήδειαι κα[ὶ ὁ δι]αποιήσων σίδηρος καταχρησθῇ καὶ καθό[λου]
93μηθεὶς ἐκ τῶν κατὰ μέρος γένηται κλοπιμ̣ὸ[ς τούτω]ν
94νοσφισμός.
95ἔρρωσο (ἔτους)
κϛ [-ca.?-].