Text, basierend auf der Duke Databank of Documentary Papyri (CC BY), s. Link:
p.zen.pestm.30.xml
r: 1Δημήτριος Ζήνωνι χα̣ί̣ρ̣ειν. 2γράφεις μοι δοῦναι Ἀντιπ̣ά̣τρωι 3ἐκ τῶν περιόντων οἰναρί̣ω̣ν (δραχμὰς(?)) ρ· 4ἔστιν δὲ τὰ περιόντα κερ(άμια) η, ἐν οἷς 5ἔνεστιν γ τὰ διαφωνοῦντα, 6ἃ καὶ ἔγευσαν Ἀντίπατρο̣ν καὶ 7Νίκανδρον, ὥστε μηδὲ δραχμῆς 8τὸν χόα ἄξιον εἶναι. καὶ εἰ μὴ τὴν 9ἐπιγραφὴν ἑώρων, τοὺς παρα- 10κομίζοντας ἂν ᾐτιώμην. καλῶς 11οὖν ποιήσεις εὐώδους ἀποστεί- 12λας κεράμια πλέονα. ἱκανὸς γάρ 13 [[και]] \τις/ ὄχλος ἐνδημεῖ διὰ τὸ καὶ τὰς 14ὠνὰς πωλεῖσθαι καὶ ζητοῦσι 15εὐώδη καὶ ἅμα τὸν περιόντα 16ἐξώσει. ἀπέστειλα δέ σοι καὶ 17πρότερον τὸν παρʼ αὐτοῦ λόγον v: 18καὶ νῦν ἐπὶ κεφαλαίου ὧν 19τὸ καθʼ ἓν ὑπάρχει ἵνα εἰδῇς 20ἕως Μεχεὶρ ια (δραχμαὶ) ρϙ κα[ὶ] 21μετὰ λόγον [[ἐπισκεψάμενος]] 22γραφήσεταί σοι. 23ἔρρωσο (ἔτους) ϛ̣ Μεχεὶρ ιε̣. 24Ζ̣ήνωνι.
|