1Ἀπολλοφάνι
(*) [τ]ῷ καὶ Σαραπάμμωνι στρ(ατηγῷ) Ἀρσι(νοΐτου) Ἡρ(ακλείδου)
2μ[ε]ρίδος
3παρὰ Ἑριεῦτος Τατᾶτος ἀπὸ [κ]ώμης Σοκνο-
4παίου Νήσου. μετὰ τὸ ἐπιτελ[έσ]αι με τὰ προ-
5σήκοντα ἔργα μέχρι κατασπορᾶς σιτικῶν
6ἐδαφῶν ὄντων περὶ τὴ[ν] αὐτὴν κώμην
7ἐν τόπῳ Τωα( ) λεγομένῳ τῷ ἐνεστῶτι
8ἔτει Ἀμοῦνις Κιαλὴ καὶ [Ὧ]ρος Ταθή(μιος(?)) καὶ
9Πανεφρέμμις ἐπικαλούμενος Μῶρος
10καὶ Πετρώνιος
(*) οἱ
δ καὶ οἱ σὺν αὐτοῖς
11ἀπὸ τῆς αὐτῆς κώμης ἐπελθόντες τοῖς
12ἐσπαρμένοις ὑπʼ ἐμοῦ ἐδάφεσι ὡς πρόκειται
13ἄνωθεν ὑπέσχεισαν
(*) ὡς ἐκ τούτου οὐκ ὀ-
14λίγη μοι ζημία ἐπηκολούθησεν. ὅθεν
15κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι αὐτὸ τοῦτο φα-
16νερὸν πο[ιο]ῦν εἰς τὸ ἐν καταχωρισμῷ γενέσθαι τό-
17δε τὸ βιβλείδιον
(*) πρὸς τὸ μένειν ἐμοὶ τὸν λόγον
18πρὸς αὐτοὺς περ[ὶ τούτο]υ. δι[ευτ]ύχ(ει).
19 (hand 2) ἔτους
ιζ Λο(υκί)ου Σεπτιμ(ίο)υ Σεουήρ(ου) Εὐσ(εβοῦς) Περτίν(ακος) καὶ Μάρκ(ου)
20Αὐρηλ(ίο)υ Ἀντων(ίνου) Εὐσ(εβοῦς) Σεβαστῶν καὶ Πουβλ(ίου) Σεπ(τιμίο)υ Γέτα Καίσ(αρος) Σεβ(αστ)οῦ Τῦβι
κη.