1ἀντίγραφον.
2ἐξ ἀναπομπῆς Πετρωνίου Μαμ[ερτ]είνου ἐπάρχου Αἰγύπτου.
3(ἔτους)
ιθ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ
ιζ ἐπὶ τῶν κατὰ Χεναλεξᾶν πρὸς
4Πετεσοῦχον καὶ Διονύσιον. Μένανδρος ὁ κριτὴς τοῖς διαδικαζομένοις
5εἶπεν· ὑπερεθέμην τὸ νῦν π[ρᾶγ]μα, ἐπὶ
(*) καθολικὸν ἦν, ἄχρι οὗ γράψω
6τῷ κρατίστῳ ἡγεμόνι εἰ̣ [κ]αὶ̣ {α̣ι̣} Αἰγυπτίων υἱωνοῖς καὶ υἱδ[αῖ]ς δέδοται
7τὰ μαμμῷα [δι]ὰ τῆς τοῦ κυρίου Ἁδριανοῦ Καίσαρος χάριτος. ἀναγνωσθή-
8σεται οὖν ἡ ὑπʼ ἐμοῦ τῷ κρατ[ίστῳ] ἡγεμόνι γραφεῖσα ἐπιστολὴ καὶ ἡ
9ὑπὸ αὐτοῦ ἀντιγραφεῖσά μοι [ ̣] ̣ [κ]ελεύσας ἀμφοτέρας ἀναγνωσθῆναι
10τοῖς τε ὑπομνήμασι ἀναλ[ημ]φθῆναι περιεχων
(*) κατὰ λέξιν οὕτως·
11Πετρωνίῳ Μαμερτείνῳ τ[ῷ κρ]ατίστῳ ἡγεμόνι Μένανδρος γενό-
12μενος βασιλικὸς γραμ[ματ]εὺς Ἀρσινοείτου χαίρειν.
13Χεναλεξᾶς Ἀλεξάνδρου Αἰγ[υπ]τία τῷ διεληλυθότι διαλογισμῷ
14ἐδικάσατο ἐπὶ Ἡρακλείδου κρ[ιτο]ῦ πρὸς Πετεσοῦχον θεῖον ἑαυτῆς
15πρὸς πατρὸς καὶ Διονύσιον [ἀνε]ψιὸν περὶ μαμμῴων ὑπαρχόντων,
16ὧν ἔλεγον
(*) εἰς τὸν πατέρα ἑ[αυ]τῆς ἀπὸ τῆς μητρὸς αὐτοῦ ἐληλυθέ-
17ναι. ἐπεὶ δὲ οἱ περὶ τὸν Πετεσ[ο]ῦχον διεβεβαιώσαντο ἐκεινο[υ]ς
(*) προ-
18τετελευτηκέναι τῆς μητρὸς [τ]ῷ
α (ἔτει) Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου,
19αὐτὴ δὲ τῷ
ιε (ἔτει), τοῦτο ἀποδεῖξαι διὰ γραμμάτων ὑπέσχετο. ὑπερετέθη
20ἡ διάγνωσις εἰς τὴν ἀπόδειξιν, νῦν ἀναπεμφθεντες
(*) ἐπʼ ἐμὲ πρὸς τοὺς
21αὐτοὺς ἠξίου προσφυγεῖν τῇ χάριτι τοῦ θεοῦ ἐπιφανεστάτου Αὐτοκράτορος
1καὶ Αἰγυπτίοις συνκεχωρημένου τὰ μαμμῷα κληρονομεῖν καὶ ἐπήνεγκ[ε]
2Γελλίου Βάσσου τοῦ κρατίστου ἐπιστρατήγου ἀπόφασιν κεκρικότος καὶ τοὺς τῶ[ν]
3παίδων παῖδας μετουσίαν ἔχειν τῆς τῶν μαμμῴων κληρονομίας, ἐγ[έ]-
4γραπτο δὲ διὰ τῆς ἀποφάσεως αὐτοῦ μετʼ ἄλλα οὕτως· ὅσα προσή\γ/ναντο
(*) πα[τρι]-
5κ̣ῶ̣ν̣ περὶ τὸν προκείμενον ἀπὸ τῆς Εὐδαιμονίδος διαθήκης ἢ καθʼ ὅν[τινα]
6τ[ρ]όπον, ταῦτα μετεῖναι τοῖς ἐκείνου τέκνοις. ζητουμένου οὖν καὶ τού[του εἰ]
7τετελευτηκυίας τῆς μάμμης αὐτῆς ἀδιαθέτου πρὸ
θ (ἔτους) τῆς τοῦ Αὐτοκ[ράτ(ορος)]
8χάριτος λήμψεται ἡ υἱδὴς τὴν τοῦ πατρὸς μοῖραν, γράφω σοι, ἡγεμώ[ν μου],
9ἵνα τὸ δόξαν κελεύσῃς γενέσθαι. ἐρρῶσθαί σε εὔχομαι, ἡγεμὼν κύ[ριε].
10(ἔτους)
ιθ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ
ιδ.
11πρὸς ἣν ἀντεγράφη·
12Πετρώνιος Μαμερτεῖνος Μενάνδρῳ γενομένῳ βασιλ(ικῷ) γρ(αμματεῖ) Πολέμ[ωνος]
13μερίδος χαίρειν.
14εἰ μηδὲν ἐκρίθη μέχρι τούτου Χεναλεξᾶτος καὶ Πε[τ]εσούχου δι[ ̣] ̣[ ̣]
15πρὸς πατρὸς θείου καὶ Διονυσίου ἀνεψιοῦ περὶ τῶν μαμμῴων α[ὐτῆς]
16ὑπαρχόντων, προσήκει σε ἀκολούθως τοῖς τοῦ κυρίου γράμμ[ασιν]
17Χεναλεξᾶ τῶν
(*) πατρῷων
(*) μέρος ὃ περιὼν ἂν ὁ πατὴρ αὐτῆς ἔλαβ[εν] [προσκρίνειν].
18ἔρρωσο. (ἔτους)
ιθ Μεχεὶρ
ιδ, ἀπεφή[ν]ατο· Θεναλεξᾷ τὸ πατρῷον μέρος ὃ περιὼν ἂν ὁ πατὴρ αὐτ[ῆς ἔλαβ(εν)]
19 [[προσήκειν]] δοκεῖ ἀκολούθως τοῖς ὑπὸ τοῦ κρατίστου ἡγεμόνος γραφ[εῖσι].
20Ἀσκληπιάδης ῥήτωρ· τὰς προσόδους ταύτῃ τῶν χρόνων ὧν ἐπ[εκρά]-
21τησ̣α̣ν οὗτοι ἀποδότωσαν. τῶν περὶ Πετεσοῦχον λεγόντων ἑαυτο̣[ ̣ ̣ ̣ ̣].