1ἐξ ὑπομνηματισμῶν Ἰουλίου Κουιντιανοῦ τοῦ κρατίστου
2ἐπιστρατήγου ἔτους δευτέρου Λουκίου
3Σεπτιμίου Σεουήρου Περτείνακος
(*) Σεβαστοῦ Μεσορὴ
β. μεθʼ (ἕτερα)·
4κληθέντος Πεκῦσις Ἀπύγχεως καὶ ὑπακούσαντος Διαδέλ-
5φος ῥήτωρ εἶπεν· ἐάν σοι δοκῇ, κάλεσον τὸν τῆς Νείλου
6πόλεως κωμογραμματέα, ᾧ ὁ ἡμέτερος ἐνκαλεῖ. κλη-
7θέντος καὶ μὴ ὑπακούσαντος Ἀρτεμίδωρος στρατηγὸς εἶπ[ε]ν·
8κωμογραμματέα οὐκ ἔχι
(*) ἡ Νείλου πόλις, ἀλλὰ πρεσβυτέρους
9διαδεχομένους. Διάδελφος ῥήτωρ εἶπεν· κεκέλευσται ὑ
(*)πὸ
10τῶν κατὰ καιρὸν ἡγεμόνων ἕκαστον ἰς
(*) τὴν ἑαυτοῦ κώ-
11μην καὶ μὴ ἀπʼ ἄλλης κώμης εἰς ἄλλην μεταφαίρεσθαι.
12ὅτι νῦν κωμογραμματεὺς ἐπηρεάζει τῷ συνηγορου-
13μ[έ]νῳ, ἀνέδωκεν αὐτὸν πράκτορα ἀργυρικῶν τῆς ἰδίας
14κώμης εἰς ἄλλην λειτουργείαν
(*) . ἀξιοῖ ἀναγεινώσκων
(*) τὰ κε-
15κελευσμένα μὴ ἀφέλκεσθαι ἀπὸ τῆς ἰδίας εἰς ἀλλοτρίαν.
16Κοιντιανὸς εἶπεν· στρατηγὸς διαλήμψεται, ὃ τῶν ἐμῶν
17μερῶν καταλάβηται, ἐπʼ ἐμὲ ἀναπέμψιν
(*) .