1[ἀντίγρ(αφον) [ἀν]αφορίο[υ. [Ἀκ]υλιῳ
(*) Καπιτω[λεί]νῳ τῷ κρα(τίστῳ) [ἐπ]ιστρα(τήγῳ)
2παρὰ Ἰου[λίο]υ Ἀπολι[να]ρίου οὐετρανοῦ προδίκου Ἀπολιναρίου καὶ
3Οὐαλερί[ου ] ̣ ̣ ̣ ̣]ρανου [ἀ]φηλί[κω]ν Ἀντινοέω[ν]. πρέπ[ει] μὲν σ̣[ο]ί, ἐπι-
4τρόπων μ[έγι]σ̣τε, πᾶ[σι] ἀνθρώποις ἀπονῖμαι
(*) τὰ ἴ
(*)δια, ἐξαιρέτως δὲ
5τοῖς ἀτελέσι ἔχουσι τὴν ἡλικίαν. τὸ δὲ πρᾶγμα τοιοῦτόν ἐστιν
6Θα[τ]ρῆς [ ̣ ̣ ̣ ̣]ως ἀπὸ κώμης Καρανίδος [τ]ῆς Ἡρακλείδο[υ] μερίδο[ς]
7τοῦ Ἀρσ[ινοΐτ]ου νομοῦ, προ[φερ]ομένη εἶναι ἀδελφὴ τοῦ [τ]ῶν
8ἀφη[λ]ίκ[ων πά]ππου, ἐ[ν]κρ[α]τ[ὴς] ἐγένετο π̣[ά]ντων τῶν [ἀ]νηκόν-
9των τοῖ[ς ἀφ]ήλιξι ὑπαρχό[ν]των καὶ δουλι[κ]ῶν σωμάτων καὶ
10τῆς καταλιφθείσ[η]ς
(*) ὑπὸ τῶν γονέων αὐτῶν ἐνδομενίας
11πλεί[στης(?) οὔσ]ης, πρ[ὸ]ς ἣ[ν καὶ ἀν]τικατέσ[την] ἐπὶ Αἰλίου Εὐδαίμονος
12τοῦ στρα[τ]ηγήσα̣[ν]τ̣ος, ὃς παραδοὺς ἐμοὶ τὰ δουλικὰ σώματα
13ἐκέ[λ]ευ[σε]ν ἀποκατασταθῆναι μοὶ τὴν ἐνδομενίαν καὶ
14[τ]ῶν ὑπ[αρ]χόντ[ων] ἀντιλαβέσθαι με. ἡ δὲ Θατρῆς ἐπιγνοῦ-
15σα τὴν [το]ῦ Εὐδαίμονος ἔξοδον
(*) σύνεργον λαβομένη Ἰ
(*)ούλιον
16Οὐαλέριον, ὃς ἐπιγ̣[νο]ὺς τὴν τοῦ Εὐδαίμονος ἔξοδον οὐκ ἀ-
17πέδωκ[ε]ν τὴν ἐνδομενίαν, οὐδὲ μὴν παρέδωκεν τὰ ὑπάρ[χο]ντα, καὶ ἐκ τούτου ἐδέησέν με τῇ προτέρᾳ
18[σ]ο̣υ [ἐπιδ]ημίᾳ ἐ̣ν̣τυχεῖν σοι διὰ βιβλειδίων
(*) οἷς καὶ ὑπέγρα-
19[φας, ἐντ]υχεῖν [μ]ε τῷ βασιλικῷ διαδεχομένῳ τὰ κατὰ
20[τὴν στρ]ατηγίαν, ἐφʼ οὗ καὶ ἀντικατέ[σ]την τῇ
λ τοῦ διελη-
21[λυθότος] μηνὸς Ἁθὺρ πρὸς τὸν Οὐαλέριον καὶ ἀπεφήνατο
22[ἐμοὶ]
(*) [ Σ]ερῆνος ὁ βασιλικὸς διαδεχόμενος καὶ τὰ κατὰ
23[τὴν σ]τρ(ατηγίαν) σκεψάμενος εἶπεν τὰ ὑφʼ ἑκατέρου μέρους
24[λεχθέν(?)]τα τοῖς ὑπομνήμασι ἀνελήμφθη. ἀναπέμπω
25[οὖν τὸ π]ρᾶγμα ἐπὶ τὸν κράτιστον ἐπιστράτηγον
26[τῶν ἀν]δραπόδων παρʼ οἷς ἐστὶν ὄντων. ὅθεν ἀξιῶ
27[ἐάν σου τ]ῇ τύχῃ δόξ[ῃ], διακοῦσαί μου πρὸς αὐτοὺς
28[ὅπως [ἤδη] ποτὲ
(*) ἐκ τῆ[ς σῆ]ς εὐεργεσί[α]ς δυνηθῶσι οἱ ἀφήλι-
29[κες τῶ]ν ἰ
(*)δίων ἀντιλαμβάνεσθαι, ἵνʼ [ὦ] \σὺν αὐτοῖς/ ὑπὸ σοῦ εὐεργ(ετημένος). διευτύχ(ει).