1Ἀντίγραφον ὑπομνηματισμοῦ. (ἔτους)
ια Αὐτοκράτορος Καίσαρος Νέρουα
2Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Μεχεὶρ
ιε. Πτολεμαῖος
3κωμογραμματεὺς Νείλου πόλεως καὶ Σοκνοπαίου Νήσου παραστήσας
4Πεκῦσιν Πεκύσιος καὶ Τρύφωνα Πανεφρέμμιος καὶ τοὺς σὺν̣ αὐτῷ ἀπὸ
5Σοκνοπαίου Νήσο[υ] ἱε[ρ]ε̣ῖ̣ς̣
ε φυλ(ῆς). Ἁρπαγάθης τις ἔνκλημά
(*) σοι δέδ[ω]κε κατὰ
6τούτων περὶ ἐμπρησμοῦ καὶ ἀ[φ]ανὴς ἐγένετο. Φασὶ οἱ παρόντες ἐκεῖνον
7μᾶλλον τοῦτο πεποιηκέναι, καὶ γὰρ ἄλλοι ὡς πληγέντες ὑπὸ αὐτοῦ ἀναφόριον
8δεδώκασι. Ὁ στρατηγός· τὸ περὶ τοῦ ἐμπρησμο[ῦ] ζητῶ [πό]τε [ἐγ]ένετο καὶ
9τί ἀπηργήσατο. Πτολεμαῖος· οὐδὲν δεινὸν ἐγένε̣[τ]ο̣, [χρη]σ̣τ̣ή̣ρια γὰρ̣ [τὰ] ἰδιωτικὰ
10[μ]όνα ἐνεπρήσθη, ο̣ἱ δʼ ἐπ̣[ῃτιῶ]ντο̣ Ἑρμαῖον [τὸν καὶ ] ̣ ̣ ̣]ν Ἀχαί[ο]υ̣. Ὁ σ[τρ]ατηγό[ς·]
11[πότ]ε̣ρον ἠδίκη[σαν τὸν προκεί]μ̣ε̣νον, ἢ πα[ρέστησας;] Πτολεμαῖ̣ος· οὕ. Ὁ στρα-
12[τηγός· τίν]α ὑπονοεῖς [σὺν τούτῳ π]εποιηκένα[ι; Πτολεμαῖος· ὃς γέγονε(?)]ν ἀφανής.
13[Ὁ στρατηγ]ό̣ς· περὶ ὧν σὺ̣ [οἶδας, αὐ]τός μοι προ[σφώνησον, ὁμοί]ω̣ς̣ δὲ καὶ οἱ̣
14[δημόσιοι (?)] κ̣α̣ὶ̣ ὁ̣ ἀ̣ρ̣χ̣έφοδο[ς περ]ὶ ὧν εἴσασι
(*) [προσφωνησάτω]σαν. Πτολ[εμαῖος·]
15συν[χώρ]ησόν
(*) μοι τὰ [μέχρι εἰκά]δος ἵνα μετὰ [ταῦτα προσφωνή]σω. Κλαύδ[ιος]
16Ἀσκληπιάδης ὁ στρατηγ[ός· ἔχεις πέντ]ε̣ ἡμέρας ἐν [αἷς καὶ τοῦτον] ζητηθῆνα[ι]
17ποίησον. Ἀνέγνων.
——