1Μεσσίῳ Αὔδακι ἑκατο̣ντ̣[άρ]χ[ῃ]
2παρὰ Στοτοήτιος τοῦ Ἀπύ[γ]χεως
3ἱερέως ἀπὸ κώμης Σοκνοπαίου
4Νήσου. Στοτοῆτις ὁ καὶ Φανῆσις Στο-
5τοήτιος καὶ οἱ ἀδελφοὶ Ἁρπαγάθης
6καὶ Ὧρος ὀφείλοντές μοι κατʼ οὐδὲν
7ἐπιστρέφονται ἀποδῶναί
(*) μοι διαπλα-
8νῶντες καὶ ὑπερτιθέμενοι, ἀλλʼ ἔτι
9καὶ ἐπήλθοσάν μοι καὶ ὕβριν οὐ τὴν
10τυχοῦσαν συνετελέσαντο καὶ πληγὰς
11ἐπή[νε]γκαν καταρήξ[α]ντες καὶ
12ὃν εἶχον κιτῶ̣ν̣α
(*) , ἐπαγγελλόμενοι
13[κ]αὶ τοῦ ζῆν με[τ]α[σ]τῆσαι· [ὅ]θ[εν ο]ὐ δυ-
14νάμενος καθησυχάζειν ἀ[ξ]ιῶ ἀχθῆ-
15ναι αὐτοὺς ἐπὶ σὲ πρὸς τὴν δέουσαν
16ἐπέξοδον.