1βασιλεύοντος Πτολε[μαίου] τοῦ Πτολεμα[ίου καὶ Βερενίκης]
2θεῶν Εὐεργετῶν ἔτ[ους ὀγδ]όου ἐφʼ ἱ[ερ]έως Πτ[ο]-
3λεμαί[ο]υ τοῦ Πτολε[μ]αίου τοῦ Στασικρ[άτους Ἀλεξάνρδου]
4καὶ θεῶν Σωτήρων καὶ θ[εῶ]ν Ἀδελφῶν καὶ θεῶ[ν Εὐεργε]-
5τῶν καὶ θεῶν Φιλοπατόρ[ων] κανήφορου Ἀρσινόης [Φιλαδέλφου Ἀρσινόης]
6τῆς Σωσιβίου μηνὸς Π[ερι]τίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ.
7ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα
ἀπὸ τοῦ σπόρου
8τοῦ ἐν τῶι ἐνάτωι ἔτε[ι], ὧν ο̣ἱ̣ κ[α]ρποὶ [ε]ἰ̣ς̣ τὸ δέκατον ἔτος, Εὔ-
9πολις Ἀθηναῖος τῶν Φίλ[ωνο]ς ἰδιώτης Ἀλεξάνδρωι Κ̣ρά̣τ̣η̣τ̣ο̣ς̣
10Κυρηναίωι τῆς ἐπιγονῆς καὶ Ὥ[ρω]ι vac. ? Ὀξυρυγχί-
11τηι ἱεροδούλωι τὸ ἥμισυ τοῦ ἀναπαύματος τοῦ ἐν τῶι αὑτοῦ κλήρωι
12αἵ εἰσιν ἄρουραι εἴκοσι δύο
σὺν σπέρμα[τι] ἀκίνδυνον ἐκφορίου π[υρῶ]ν ἀρτα-
13βῶν ἑκατὸν τεσσαράκοντα ἕξ
. ἐὰν δέ τινα γῆν πλέω εὕ[ρῃ] Εὔπολις
14τ̣ῶ̣ν̣ [εἴκο]σ̣ι̣ κ̣α̣ὶ̣ δ[ύο] ἀρουρῶν [τοῦ αὐ]τ̣ο̣ῦ̣ μέρους, τασσέσθωσαν Εὐπόλει ἐκφόριον
15σ̣ὺ̣ν̣ σπέρμ[ατ]ι̣ ἑκάστη[ς [ἀρο]ύρας
(*) πυρῶν ἀρτάβας ὀκτώ
. δότω δʼ αὐτοῖς
16Εὔπολις σπέρμ[α] εἰς ἑκάσ[την ἄ]ρουραν πυρῶν ἀρτάβην μίαν
ἐπὶ τῆς
17χρέας
(*) . τὰ δʼ ἐκφόρια τ[ὰ συγγεγ]ραμμένα ἀποδότωσαν Ἀλεξάνδρος καὶ
18Ὧρος Ευπόλει ἐμ
(*) [μηνὶ Δύστρωι] τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδο-
19λον τὸ[ν] γενόμ[ενον ἐν τῆι γ]ῆι μέτρωι χόϊ τῶι Εὐπόλεως μετρή-
20σει δ̣ι̣[καί]α̣ι̣ [κ]α̣ὶ̣ ἀ̣π̣ε̣[ν]ε̣γ̣κ̣ά̣[τ]ωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀνηλώ-
21ματι. ἐὰν δὲ μὴ ἀποδῶ[σι κ]ατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσαν
(*)22Εὐπό[λει] τιμὴ[ν] τῆς ἀρ[τά]βης ἑκάστης τῶν πυρῶν δραχμὰς
23δέκα. [ἡ δὲ] καλάμη ἔσ[τω Ε]ὐπόλεως, τὸ δὲ ἄχυρον ἁλοήσας [Ε]ὔπο-
24λ̣[ι]ς̣ ἐ̣[χέτω, καὶ] ἡ π[ρᾶξις ἔστ]ω Εὐπόλει παρὰ Ἀλεξάνδρου καὶ Ὧρου πράσ-
25[σοντι κατὰ τὸ διά]γ̣ρ̣α̣μ̣[μα. κυριευ]έτω δὲ Ε[ὔ]πολις τῶν καρπῶν, ἓως ἂν τὰ αὑ-
26[τοῦ κομίσηται]. β[εβαιο]ύ̣τ̣ω̣ δὲ Εὔ[πολι]ς Ἀλεξά[νδ]ρωι καὶ Ὥρωι τὴγ
(*) γῆν καὶ τοὺς κα-
27τασ[πα]ρέντας ἐν αὐτῆι καρ[ποὺ]ς καθʼ ἃ με[μίσ]θωκεν. [[ἐὰν]] ἐὰν δὲ μὴ βεβαι-
28ώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Εὔ[πο]λις Ἀλεξάνδρωι καὶ Ὥρωι
29ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας
(*) , ἐ[ὰν] μή τι βασιλικὸν κώλυμα
30γένηται. ἡ [συ]γγραφὴ ἥδε κυρία [ἔσ]τω οὗ ἂν ἐπιφέρηται.
31μάρτυρες.