1 (hand 2) ἔ̣τ̣ο̣υ̣ς̣ β ο̣ η
2κ̣ [[δ]]πα [[σ̣]]ρ̣α π̣ρ χρ
3 (hand 1) Σωτέληι
(*) συγγενεῖ κα[ὶ στρατηγῶι καὶ ἐπὶ τῶν]
4προσόδων
5παρὰ Καλάθου ἱερέω̣ς̣ Δή̣μ̣η̣τρ̣[ος καὶ Κ]όρης
6καὶ τῶν ἄλλων θεῶν τοῦ ἐ̣ν̣ κώμηι Φῦς
7Θεσμοφορίου. ἀνεγ̣κλήτως̣ π̣α̣ρ̣εχόμενος
8τὰς λειτουργίας καὶ τὰς θυσία̣ς̣ κα̣[ὶ] σπονδὰς
9ἀναφέρων τοῖς θεοῖ̣ς ὑπὲρ σοῦ καὶ τῶν τέκνων,
10οἷς καὶ εὐχόμενος̣ [διατελῶ] διδόναι σοι χάριτας
11μορφὴν πλοῦτον ὄλβον εὐτεκνίαν εὐπραξίαν,
12ὅπως διευτυχῇς ἰ̣ς
(*) τὸν ἅπαντα χρόνον,
13παρὰ τὴν σὴν εὐσέβειαν ἐνοχλούμενος
14ὑπὸ Ὡρίωνος ὡς πρὸς στατηρισμὸν
15ἄλλοτε μὴ τετελεκότος μου πειρωμένου
16ἐ̣πὶ σοῦ τοῦ μεγίστου καινισμὸν κατεν-
17π ̣ι̣ ̣σ̣ ̣ι̣ ἠνάγκασμαι τὴν ἐπὶ σὲ
18π̣οιήσασθε̣
(*) καταφυγήν. ἀξιῶ, ἐὰν φαί-
19νηται, παρεπιγράψαι τῶι Ὡρίωνι
20μὴ παρενοχλεῖν με πρὸς στατηρισμὸν
21καθάπερ ἐπὶ τῶν ἐν τῆι κώμηι Αἰγυπτίω̣ν̣
22ἱερέων, ὅπως δύνωμαι τοῖς θεοῖς
23τὰ νομιζόμενα καὶ τὰς̣ ἐ̣ξ̣ῆ̣ς̣ [χρείας]
24ἀμέμπτ̣[ως ἐπιτελεῖν] [ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
-- -- -- -- -- -- -- -- -- --