1Πρωτάρχωι
2παρὰ Ἰσιδώρας τῆς Ἡρακλείδου τοῦ καὶ Διονυσίου μετὰ
3 {μετὰ}
(*) κυρίου τοῦ ἀδελφοῦ Βακχίου τοῦ Ἡρακλείδου
4τοῦ καὶ Διονυσίου Ἀλθαιέως καὶ παρὰ Διονυσίου τοῦ
5Διονυσίου Ἰσιδείου. συγχωροῦσιν Ἰσιδώρα καὶ
6Διονύσιος συνεληλυθέναι ἀλλήλοις πρὸς γάμο(ν),
7Διονύσιος δὲ καὶ εἰληφέναι παρὰ τῆς Ἰσιδώρας
8διὰ χειρὸς ἐξ οἴκου φερνὴν ἱμάτια γυναικεῖα ἐν ἀργυ(ρίου)
9δραχμαῖς
ἑκατὸν ἐνωτίων χρυ[σ]ῶν ζεῦγος τ̣ε̣τα(ρτῶν)
(*)10δύο καὶ ἀργυρίου Πτολεμαικοῦ ἐπισήμου
11δραχμὰς
ἑξήκοντα, τὸν Διονύσιον ἀπεσχη-
12κότα τὴν προκειμένην φερνὴν τρέφειν καὶ
13ἱματίζειν τὴν Ἰσιδώραν ὡς γυναῖκα γα[μετὴν]
14κατὰ δύναμιν καὶ μὴ κακουχεῖν αὐτὴν μήδʼ ὑ-
15βρίζειν μήδʼ ἐγβάλλειν μήδʼ ἄλλην γυναῖκα
16ἐπεισάγειν ἢ ἐκτίνειν τὴν φερνὴν σὺν ἡμιο-
17λίᾳ τῆς πράξεως γινομένης τῇ Ἰσιδώρᾳ
(*) ἔκ τε αὐτοῦ
18Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων
19καθάπερ ἐγ
(*) δίκης, καὶ τὴν δὲ Ἰσιδώραν μήτε ἀπό-
20κοιτον μήτε ἀφήμερον γείνεσθαι ἀπὸ τῆς
21Διονυσίου οἰκίας ἄνευ τῆς Διονυσί[ου] γνώμης
22μηδὲ φθείρειν τὸν οἶκον μήδʼ ἄλλῳ ἀνδρὶ
23συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμέ-
24νην κριθεῖσαν στέρεσθαι τῆς φερνῆς, θέσθ̣α̣ι̣ [δ]ὲ
25αὐτοὺς καὶ τὴν ἐφʼ ἱεροθυτῶν περὶ γάμου
26συνγραφὴν ἐν ἡμέραις χρηματιζούσαις
πέντε27ἀφʼ ἧς ἂν ἀλλήλοις προείπωσιν̣ καθʼ ἣν
(*) ἐνγραφήσε-
28ται ἥ τε φερνὴ καὶ τἆλλα
(*) τὰ ἐν ἔθει ὄντα καὶ
29τὰ περὶ τῆς ὁποτέρου τῶν γαμούντων τελευ-
30τῆς, ὡς ἂν
(*) ἐπὶ τοῦ καιροῦ κοινῶς
(*) κριθῆι̣. ἀξ(ιοῦμεν(?))
(*)——
31