1† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου
2μεγίστου εὐεργέτου Φλ(αυίου) Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκρά(τορος)
3ἔτους
θ, ὑπατίας
(*) τῆς αὐτῶν γαληνότ(ητος) τὸ
η, Μεσορὴ
ιη ἰνδ(ικτίωνος)
ζ.
4Φλαουίῳ Φιλοξένῳ τῷ εὐδοκιμωτάτῳ ταχυγράφῳ τῆς ἡγεμο(νικῆς)
5τάξεως ταύτης τῆς Ἀρκάδων ἐπαρχίας, υἱῷ τοῦ τῆς μακαρ(ίας)
6μνήμης Ἱερακίου, ἀπὸ ταύτης τῆς Νέας Ἰουστίνου πόλεως,
7Αὐρήλιος Ψάως, υἱὸς Πραοῦτος, γενομέν(ου) πρ(εσβυτέρου) μητρὸς Ματρώνας
8ὁρμώμενος ἀπὸ κώμης Κῶς τοῦ Ἡρακλεουπολιτῶν νομοῦ,
9χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τοῦ εἰσιόντος
10ἔτους
σνα σκ τῆς σὺν θεῷ
ὀγδόης ἰνδ(ικτίωνος) κατασπορᾶς δὲ καὶ
11συλλογῆς καρπῶν τῆς προσελαυνούσης ἐνάτης ἐπινεμ(ήσεως),
12τὸ διαφέρον τῇ σῇ εὐδοκιμήσει ὁλόκληρον μηχανὴν καλουμ(ένην)
13Ἀκεεῖς, ἐκ βορρᾶ τῆς αὐτῆς κώμης ἐξηρτισμένην πάσῃ
14ξυλικῇ ἐξαρτίᾳ καὶ σιδηρώμασιν, μετὰ καὶ τοῦ ἐπικειμένου
15ἐν αὐτῇ λάκκου καὶ ὑδρεύματος καὶ κυκλευτηρ(ίου) καὶ μηχανικῶν ὀργάνων
16καὶ φυτῶν παντοίων καὶ παντὸς ἑτέρου δικαίου ταύτης καὶ
17τῶν συνγεωργουμ(ένων) καὶ ὑποστελλουσῶν αὐτῇ μηχανῇ ἀρουρῶν
18δώδεκα ἢ ὅσαι πλείους ἐὰν ὦσιν, εἰς σπορὰν ὧν ἐὰν αἱρῶμαι γενημάτων,
19καὶ τελέσω αὐτῇ ὑπὲρ φόρου ταύτης καθʼ ἕκαστον ἐνιαυτὸν ἐπί τε
20νειλοβρόχου καὶ ἀβρόχου, σίτου ἀπὸ καλοῦ γενήματος κεκοσκινευμ(ένου)
21ἀρτάβας
τεσσεράκοντα μέτρῳ αὐτῆς, καὶ λόγῳ ἀργυρικοῦ χρυσοῦ
22νομίσμ(ατα)
δύο. ὁμολογῶ ἐσχηκέναι παρʼ αὐτῆς ἐντεῦθεν ἤδη λόγῳ προχρ(είας)
23χρ(υσοῦ) νό(μισμα)
α, δώσω δὲ καὶ τὰ ἔκτακτα πάντα καὶ τὰς κατὰ καιρὸν γεουχι(κὰς)
24ὑπηρεσίας πάσας, καὶ τὰ ἑορτικὰ καὶ τὰ ἀναλώματα τοῦ καιροῦ τῶν
25φόρων, τουτέστιν οἴνου λαγηνιν
(*) ἓν καὶ δελφάκιον
ἕν. ποιοῦμ(αι)
26καὶ τὴν ἀναβολὴν τῶν ναυείων
(*) . τήν δε νομὴν τῶν προειρημ(ένων) πάντων
27πραγμ(άτων) ἄτρωτον, ἀβλαβῆ φυλάξω, καὶ παραδώσω αὐτῇ ὁπόταν βουληθεί(η)
28ὡς καὶ παρείληφα. κυρ(ία) ἡ μίσθ(ωσις) ἁπλ(ῆ) γραφ(εῖσα), καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα) †. Αὐρ(ήλιος)
29Ψάως, υἱὸς Πραοῦτος, ὁ προγεγρ(αμμένος). στοιχεῖ μοι αὕτη ἡ μίσθωσις
30καὶ ἀποδώσω τὸν προγεγρ(αμμένον) φόρον ὡς πρόκ(ειται). Δαμιανὸς
(*) ἔγραψα (ὑπὲρ) αὐτοῦ ἀγρ(αμμάτου)
31ὄντος.