1Διονύσιος Διογένει χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ ἀ̣γ̣ν̣οήσ̣αντε[ς]
2εἰς τὸν μέγιστον θεὸν Ἀμονρασοντὴρ ἐπεστείλαμεν κατὰ τὰς
3διαγρ(αφὰς) οὗ ἐώνητο γέρως πτεροφ(ο)ρ(ία)ς ἀναλύσεις χρημάτων τῶ[ν]
4τῆς ὠ̣νῆς (ταλάντων)
σν, ἀφʼ ὧ[ν] καὶ ἀνείρητο ὁ θεοῖσιν ἐκτρὸς
(*) Ἁρσιῆσις
5εἰς λόγον (τάλαντα)
ϙ, ὑπάρχει δὲ τοῖς ἱερεῦσι θέματα τοῦ ἱεροῦ πλοίου
6τοῦ Φαῶφι καὶ Παῦνι τοῦ
μ ((s-etous)) ἔτους (τάλαντα)
ν καὶ ἀνκυρῶν τῶν
7Π[α]ποη̣ριείου ἄλλα (τάλαντα)
μ (γίνεται) (τάλαντα)
ϙ, ὥστʼ εἶναι τὰ ἴσα τοῖς κεχρηματισμοις
(*) ,
8προαιρούμεθα μεταδραμεῖν τὸ γεγονὸς ἀσέβημα καὶ εὐίλατον
9τὸν θεὸν ἔχειν τὸν καὶ ἀρχῆς καὶ νῦν σώζοντα ἡ[μ]ᾶς, καὶ γὰρ
10ἃ ἐπὶ τῆς καταμετ[ρήσ]εως τῶν νήσων αὐτοῦ πεποήκαμεν
(*) ,
11πᾶσιν εὔδηλά ἐσ[τιν] χωρὶς τῶν καὶ ἄλλων ὑφʼ ἡμῶν περιγεγονότων.
12καλῶς ποήσεις
(*) τοῖς θέμασι τούτοις καταχρησάμενος ἀντὶ τῶν
13ἀνηλωμένων (ταλάντων)
ϙ καὶ τὸν χρηματισμὸν ἔκ τε τῶν λόγων περι-
14γράψας καὶ τὸν αὐτόγραφον σὺν τῆι ἐπιστολ(ῆι) ταύτηι ἀναπέμψας.
15τοὺς γὰρ ἱερεῖς πεπείκαμεν παραχωρῆσαι τὰ χρήματα, ἐφʼ ὧι
16πάλιν ἐκ τοῦ ἰδίου διορθωσόμεθα διὰ τὸ εὐλαβῶς ἔχειν ἡμᾶς
17τὰ πρὸς τὸν Ἀμενῶφιν καὶ τὸν Ὀσῖριν. διὸ καὶ ἐπιμνησθεὶς
18ὧν ηὐεργετήκαμέν σε ἀνθʼ ὧν σὺ ἀφήλπικας ἡμᾶς συνκαταράσσων
(*)19τῶι τοῦ Παιοῦτος ὅσα ὑπʼ ὀλίων
(*) ἡμερῶν εἰς τέλος μεταστ̣αθήσ̣εται
20καὶ τὰ ἴδια προσαποβαλεῖ πάντως, πόησον
(*) τὰ ὑ̣π̣ο̣δ̣ε̣ι̣κν̣υ̣όμενα κ[αὶ]
21τὸν χρηματισμὸν ἡμῶν πέμψον σὺ̣ν τῆι ἐπιστολῆι. εὖ γὰ[ρ]
22ἀπαντηθησόμεθά σοι ἀχαρίστωι ὄντι. ἐγλογίζου καὶ ὡς ἂν ἐπι[τ]ελ[έ]σ̣η̣ς,
23διασάφη(σον). ἔρρωσο. (ἔτους)
μ Φαῶφι
ιζ.