1καὶ ἄνευ γραμμάτων οἶδʼ
(*) , ὅτι ἀφʼ ἑαυτῆς ἐστιν ἡ σὴ ἀρετὴ καὶ οὐ χρ\ήζ/ει
(*) ὑπομνησθῆναι εἰς τὰ κατʼ ἐμέ, ἀλλὰ̣ τ̣ο̣[ῦ]
2κυρίου μου ἀδελφοῦ Νείλου ἀπαντῶντος ἐκεῖσε ἀναγκαῖον ἡγησάμην ἐν μὲν πρώτοις τὴν χρεω[στου]-
3μένην πρόσρησιν ἀποδοῦναι, ἔπειτα καὶ παρακαλέσαι, ὅπως καταξιώσῃ σου ἡ ἀνδρία
(*) συνήθω̣ς̣
4συ̣γ̣κροτῆσαι τὰ ἐμοῦ πράγματα καὶ τοὺς ἐμοὶ διαφέροντας καὶ μὴ
ἕν τι συγχωρῆσαί τιν̣α ἐξ αὐ[τῶν]
5καταπονηθῆναι, εἰ καὶ ἀπών εἰμι, ἀλλʼ ὅμως θαρσῶ, ὡς ὅτι
(*) πλειόνως συγκροτοῦνται παρ[ὰ] τῆ[ς σῆς]
6μεγαλονοίας
(*) τὰ ἐμὰ πράγματα· θαρσῶν δὲ γεγράφηκα· τὰ δὲ δέρματα τοῦ
ἑνὸς ὁλοκοτίου
7καταξιώσῃ παρασχεῖν
(*) εἰς τὴν οἰκίαν, λέγω δὲ τὰ
δέκα καὶ τέσσαρα(*) · ἐγὼ γὰρ προσέ̣χ̣ω̣
8[κατ]αλαβεῖν τὸν Μαραιώτην
(*) καὶ ἐπικεῖσθαι τ̣ο̣ῖ̣ς ἐκεῖσε ἀγραρεύουσιν στρατιώ[ταις].
9γινωσκέτω δέ
(*) σου ἡ ἀρετή, ὡς ὅτι
(*) ἀπῃτήθην τὰ
ἓξ χρύσινα, ἅπερ ἀντεφώνη̣[σα]
10τῷ κυρίῳ Χρηστῷ
(*) ὑπὲρ τῆς σῆς ἀνδρίας
(*) · οὐ συνεχώρησέν με γὰρ ἐξελθῖν
(*) ἐ̣[πὶ]
11τὴν Μέμφιν, εἰ μὴ ἐποίησέν με ἀντιφωνῆσαι αὐτὰ
(*) ἀποκρότως Ἀνουβίωνι [τ̣ῷ(?)]
12βοηθῷ
(*) τῶν νουμεραρίων καὶ πρὸς τῷ γνῶναί σου τὴν ἀρετὴν ἔσπευσα γράψ[αι]
13κ̣α̣ὶ̣ δε̣[ύ]τερον
(*) τάδε· τὸν παῖδα ἀπέστιλα
(*) ἐνέγκαι τὰ ἐμὰ ἱμά̣τ̣ι̣α̣· εἴ τινος τοίνυν χρεία [ἐστίν],
14καταξιώσῃ ἡ [σ]ὴ ἀρετὴ δηλῶσαί μοι διʼ αὐτοῦ· ἐπίγομαι
(*) γὰρ τ̣[ὴ]ν Ἀλεξάνδρι[αν] καταλαβεῖν.