1ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Σαραπίων ὁ κ[αὶ Δ]ῖος καὶ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς [ὁ καὶ Εὐδα]ίμων
2ἀπελεύθερος Ἑρμίου Σαραπίωνος ἀμφότεροι ἀπὸ [Ὀ]ξ̣[υρύγ]χ̣ων
(*) [πόλε]ω̣ς̣ εἰσδοθέντ[ες ὑπὸ τοῦ] τοῦ
3ἐνεστῶτος
γ (ἔτους) ἀμφοδογραμματέως Αὐρηλίου Σαραπίωνος εἰς ἐπιτήρη[σ]ιν ὠνῆς πελω̣χ̣ι̣κ̣οῦ
(*) πόλεως
4ν̣[ο]μοῦ
(*) Ὀξυρυγχείτου, ὁ μὲν Σαραπίων ὁ καὶ Δῖος διὰ τοῦ ἑα[υ]τ[ο]ῦ πατρὸς Αὐ[ρηλ]ίου Σαραπίωνος τοῦ καὶ Διο-
5σκουρίδου ἀπὸ τῆς αὐτῆς πόλεως, ὁ δὲ̣ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς ὁ καὶ Εὐδαίμων διὰ τοῦ αὐτοῦ ἀμφοδογρα(μματέως)
6Αὐρηλίου Σαραπίωνος Θέωνος καὶ Ἀμόις Ἀμόιτος μητρὸς Ἡρακλείας καὶ Σύρος ὁ καὶ [Ἀγα]θὸς Δαίμων
7Πτολεμαίου μητρὸς Νιλοῦτος ἀμφότεροι ἀπὸ τῆς αὐτῆς πόλεως καὶ Γάϊ
(*)ος Ἰούλιος Ἀλέ[ξαν]δρος υἱ
(*)ὸς
8Γαΐ
(*)ου Ἰουλίου Σουβουράνα Λόγ’γου μητρὸς Νίκης, ὁ μὲν Σαραπίων ὁ καὶ Δῖος διὰ το[ῦ ἑ]αυτοῦ πατρὸς
9 {αὐτοῦ} Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διοσκουρίδου καὶ ὁ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς ὁ καὶ Εὐδα[ί]μων διὰ τοῦ αὐ-
10τοῦ ἀμφοδογραμματέως Αὐρηλίου Σαραπίωνος συνηλλαχέναι τῷ τε Ἀμόι καὶ Σύρῳ [τ]ῷ καὶ Ἀγαθῷ Δαί-
11μονι καὶ Γαΐ
(*)ῳ Ἰουλίῳ Ἀλεξάνδρῳ τοῖς τρισὶ
ἐξ ἀλληλεγ’γύης τὴν δηλουμένην ἐπιτήρησιν
12ἐπὶ τὸν τοῦ ἀμφόδου α̣ὐ̣τῶν ἐνιαύσιον χρόνον ἀπὸ
α τοῦ ὄντος μηνὸς Θῶθ ἕως
ε ἐπαγομένων
13τοῦ αὐτοῦ ἐνεστῶ[τ]ος
γ (ἔτους) ἐπὶ τῷ αὐτοὺς τοὺς περὶ τὸν Ἀμόιν τὴν ἀπαίτησιν ποιή[σα]σθαι πάν-
14των τῶν τῇ αὐτῇ ὠνῇ ὑποστελλό[ν]των πράσσοντας κατά [τ]ε τὸν τῆς ὠνῆς γνώμ[ονα καὶ] τὴν
15τοῦ νομοῦ συνήθιαν
(*) καὶ σύμβ[ολα] ἐκδοῦναι τοῖς διαγρ[άφ]ουσι καὶ τὰς διαγρ[α]φ̣[ὰς [ἀνα]δ̣ο̣ῦ̣ν̣α̣ι̣
(*)16ἐπὶ τὴν τοῦ νομοῦ δημοσίαν τράπ[ε]ζαν καὶ ὑ
(*)πακοῦσαι καθʼ [ἕκα]σ[τ]ον μηνιαῖ[ο]ν τῷ [το]ῦ νομοῦ
17στρατηγῷ πρὸς [τὰς] διαγραφά[ς], ἔτι δὲ καὶ συστήσασθαι τοὺς ταύτης λόγους ὡς ἐκε̣λ̣[εύσθη]
(*) [κ]α̣ὶ̣ τ̣ού-
18των τὸν καταχω[ρισ]μὸν ποιήσασθαι οἷς δέον ἐστίν, καὶ τοὺς ἴ
(*)σους ἐπιδοῦναι τῷ ἀ̣ποσταλησο-
19μένῳ
(*) ἐξεταστῇ [κ]αὶ πάντα ἐπιτελέσαι ὅσα τῇ αὐτῇ ὠνῇ ἀνήκει διὰ τὸ ἐντεῦθεν διαπεπεῖ-
20σθαι αὐτοὺς ὑ
(*)πʼ αὐτῶν περί τε ὀψωνίου καὶ τιμῆς χάρτου καὶ γράπτρων καὶ πάντων ἁπλῶς
21τῶν τῇ αὐτῇ ὠνῇ διαφερ[ό]ντων, οἱ δ[ὲ]
(*) [περὶ τ]ὸν Ἀμόιν εὐδοκεῖν ἐπὶ τούτοις κ̣α̣ὶ̣ ἕκαστα ποιή-
22σειν
(*) τῶν προκειμένων καὶ ἀπαρενο[χ]λήτ[ο]υς καὶ ἀνεισπράκτους καὶ ἀζημίους κ[αὶ] ἀ[σ]κύλτους
23παρέξειν τοὺς περὶ τὸν Σαραπίωνα τὸν καὶ Δῖον περὶ πάντων ἁπλῶς τῶν τῇ αὐτῇ [ἐ]πιτηρήσει
24[ἀν]ηκόντων [καὶ] μὴ ἐξεῖναι μηδενὶ αὐτῶν παραβαίνειν τὰ προκείμενα. κύριον τὸ [συνάλλαγμα].
25[πε]ρὶ δὲ τοῦ ταῦτα [ὀ]ρθῶς καλῶ[ς γ]είνεσθαι ἐπερωτηθέντες ὑ
(*)πʼ ἀλλήλων ἑαυτοῖς ὡμ[ολόγησαν.]
26[(ἔτους)]
γ Αὐτοκράτ[ορο]ς Καίσαρος Γαίου Ἰουλίου Οὐήρο[υ] [[Μαξιμείνου]] Εὐσεβοῦς Εὐτυχοῦς Σεβα[στοῦ καὶ Γαΐου]
27[Ἰου]λίου Οὐήρου [[[Μαξί]μ̣ο̣υ̣]] τοῦ ἱ̣ε̣ρω̣τ̣ά̣τ̣ο̣υ̣ Κ̣α̣ί̣σ̣α̣ρ̣ο̣ς̣ Σ̣ε̣β̣α̣σ̣τοῦ
(*) υἱ
(*)οῦ τοῦ Σεβαστοῦ Θῶθ
α [-ca.?-]
28 (hand 2) Ἀμόις Ἀμόιτος διʼ ἐμοῦ [Αὐ]ρηλίου Διοσκόρου Ἀπίωνος [ἀγορανο]-
29μήσαντος
(*) βουλευτοῦ συνηλλάγην σὺν τοῖς ἄλλοι[ς] τὴ[ν προκει]-
30μένην ἐπιτήρησιν ἐπὶ πᾶσι τοῖς προκιμένοις καὶ ἐπ[ερωτη]-
31θεὶς ὡμολόγησα. (hand 3) Αὐρήλιος Σύρος ὁ καὶ Ἀγαθὸς Δαίμων ἔγρα[ψα καὶ]
32συνηλλάγην τὴν προκειμένην ἐπιτήρησιν ὡς πρ[όκ]ει[ται καὶ]
33ἐπερωθεὶς
(*) ὡμολόγησα. (hand 4) Γάιος Ἰούλιος Ἀλέξανδρος συνηλλάγην τ[ὴν]
34ἐπιτήρησιν ὡς πρόκιται καὶ ἐπερωτητὶς
(*) ὡμολόγησα. [-ca.?-]