Text, basierend auf der Duke Databank of Documentary Papyri (CC BY), s. Link:
p.berl.zill.9.xml
r: 1Ἡρακλείδης Σαταβοῦτι τῷ φιλτάτ(ῳ) 2χαίρειν. 3ἐτάξου μοι πρὸ τῆς α τοῦ Φαῶφι 4ἐλθεῖν ἐπὶ τὰς κρόκας καὶ τὸν στή- 5μονα τῶν ἱματίων, καὶ οὐκ ἦλθες. 6καλῶς οὖν ποιήσῃς ἐξαυτῆς ἐλεύ- 7σῃ πρὸς ἐμὲ. δεῖ γὰρ αὐτὰ ἕως 8τῆς δεκάτης ἐκτμηθῆναι, 9μή ποτε χρεία γενήται κατα- 10πλεῦσαί με εἰς πόλιν. ἐὰν δὲ μὴ 11μέλλῃς ἔρχεσθαι, πάλιν μοι 12ἐξαυτῆς φάσιν πέμψον, ἵνα 13ὧδε αὐτὰ ἀναβαλῶ. βλέπε 14οὖν, μὴ ἄλλως ποιήσῃς. 15ἔρρωσο. 16(ἔτους) β Σερουίου Γάλβα Αὐτοκράτορος 17Καίσαρος Σεβαστοῦ, Φαῶφι θ. v: 1Σαταβοῦτι Ἰβιάν̣ις γερδίῳ.
|