1[Π]ρ̣ω̣(τάρχωι)
2παρὰ Θαυβαρίου τῆς Δίωνος ἀ̣[στῆς με]-
3τὰ κυρίου Ε̣ὔφρωνος τοῦ Α ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
4κ̣α̣ὶ̣ παρὰ τοῦ ταύτης ἀνδ[ρὸς Ἑρμί]-
5ου τοῦ Διονυσίου Φιλομη[τορείου. ἐ]-
6πεὶ σύνισιν
(*) ἀλλήλοις ἥ τε Θαυ̣[βάριον καὶ]
7Ἑρμίας ἔτι πάλαι ἀγράφ̣[ης οὔσης]
8[τ]ῆ̣ς συ̣μβιώσεως γ̣ε̣ν̣ο̣[μένης Ἑρ]-
9[μίας] πεποημένος ἰς
(*) τ̣ὴ̣ν̣ [Θαυβάριον]
10η̣ν̣ διέχουσι̣ν δ̣ι̣κ̣α̣[στηρίῳ ] ̣ ̣ ̣ ̣ ̣ ̣]
11[τ]ὴν χιραν
(*) τὰ δὲ νῦν β̣ο̣υ̣λ̣[όμενοι τὰ]
12κ̣ατ
(*) ʼ ἑ̣αυτῶν ἐξασφαλίσ[ασθαι ] ̣ ̣ ̣ ̣ ̣]
13τ̣ῷ χρηματισμῷ συγχω[ροῦσιν πρὸς]
14ἀλλήλους ἐπὶ τοῖσδε ὥστʼ ἐ[πεὶ εἰληφέναι]
15Ἑρμίας παρὰ τῆς Θ̣α̣υ̣βα[ρίο]υ̣ διὰ χειρὸς ἐ-
16ξ οἴκου φερνὴν ἀ̣ρ̣[γ]υρί[ου Π]τολεμαικοῦ
17δραχμὰς δισχιλίας ἀπὸ τ[οῦ] νῦν τὸν Ἑρμία̣ν̣
18τρέφιν
(*) καὶ ἱματίζιν
(*) τὴν [Θ]α[υβ]ά̣ριον ὡς
19γυναῖκα γαμετὴν κατὰ δ[ύνα]μ̣ι̣ν τῶν
20ὑπαρχόντων καὶ μὴ κακ̣ο̣υ̣χῖν
(*) αὐτὴν
21μηδὲ ἐγβάλλιν
(*) μηδὲ ὑ̣[β]ρίζιν
(*) μηδʼ ἄλ-
22λην γυναῖκα ἐπισάγιν
(*) μηδʼ ἕτερον μη-
23δὲν τῶν ἀπηγορευαμενων ις
(*) αὐτὴν ἀ-
24δίκημα διαπράσσεσθαι· ἐὰν δέ τ[ι] τού-
25των παραβαίνῃ, ἐκτίνιν
(*) αὐτὸν παρα-
26χρῆμα τὴν προκιμένην
(*) φερνὴν σὺν ἡμιο-
27λίᾳ τῆς πράξεως γινομένης τῇ Θαυβα-
28ρίῳ ἔκ τε αὐτοῦ Ἑρμίου καὶ ἐκ τῶ[ν] ὑπαρχόν-
29των αὐτῷ πάντων καθάπερ ἐγ
(*) δίκης· καὶ αὐ-
30τὴν δὲ Θαυβάριον συντηρῖν
(*) τὰ πρὸς τὸν
31ἄνδρα καὶ τὸν κοινὸν βίον δίκαια καὶ μὴ
32φθίριν
(*) τὸν κοινὸν οἶκον μηδʼ ἄλλῳ ἀν-
33δρὶ συνῖναι
(*) ἀλλ ̣ μήτʼ ἀπόκοιτον μήτε ἀφή-
34μερον γίνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς Ἑρ-
35μίου γνώμης μηδὲ φθίριν
(*) μηδὲ καταβλάπτιν
(*)36τὸν κοινὸν οἶκον μ̣η̣δὲ ἄλλῳ ἀνδρὶ συνῖναι
(*)37ἢ καὶ αὐτὴν τούτων τι [δι]απραξαμένην
38κριθίσαν
(*) στέρεσθαι τῆς φερ[ν]ῆς· συγχωρῖ
(*)39δὲ ἡ Θαυβάριον· ἐὰν συμβ[ῇ] χωρίσασθαι ̣ ̣ ̣
40τὴν συμβίωσιν κ̣ο̣μισαμένη τὰς τοῦ ἀργυ-
41ρίου (δραχμὰς) δισχιλίας
ε ̣ ̣ ̣ ̣σι τῷ Ἑρμίᾳ ἐκ
42τῶν ἐν οἴκῳ πά[ντων κ]ατὰ μηδὲν ὑπερθ̣ε̣-
43μένη. κ̣α̣ὶ̣ ̣ε̣ν̣ ἡμ[έρ]αις δὲ χρημ̣[α]τιζούσα̣(ις)
44π̣έ̣ν̣τ̣ε̣
ἀφʼ [ἧς ἂν] ἀλλήλοις προείπω[σιν θέσ]-
45[θαι κιὰ διὰ τῶν ἱερο]θυτῶν τὴν [τοῦ σ]υνο̣ι̣-
46κεσίου συγγραφὴν διʼ ἧς ἀναλημφθήσεται
47ἥ τε φερνὴ καὶ τὰ ἔν ἔθι
(*) ὄντα· καὶ ἐ̣ὰ̣μ
(*) πρό-
48τερόν τι πάθῃ ὁ Ἑρμίας ἶναι
(*) τὰ ὑπʼ αὐτοῦ
49[Ἑρμίου [ἀ]πολιφθησόμενα
(*) ὑπάρχοντα
50[πάντα σὺν] τη?ͅ φ̣[ερ]ν̣ῇ α̣ὐ̣τ̣ῇ Θ̣[αυβ]αρίῳ
51[μόν]ῃ· ἐὰν δέτ̣ι̣ [α]ὐτὴ Θαυβ[άρι]ο̣ν̣ π̣ρ̣ό̣-
52[τερόν] τι πάθῃ ἶν̣α̣ι̣
(*) τήν τε φ̣ε̣ρ̣[ν]ὴν καὶ
53[πάν]τα τὰ ὑπʼ α[ὐ]τῆς Θαυβαρίου ἀπο-
54[λ]ιφθησόμενα
(*) ὑπάρχοντα [π]άντα τοῦ Ἑρ-
55μόνου ἔχοντος ἐξουσίαν ἑκατέ-
56ρου αὐτῶν ἐπιτελῖν
(*) κατʼ αὐτῶν ὅτι ἐ-
57ὰν βούληται· ἐὰν δὲ πρὶν τίθεσθαι τὴν
58τοῦ συνοικε[σ]ί̣ο̣υ̣ συγγραφὴν συμβῇ
59πρότερον ὁπότερον αὐτῶν μ̣ετα̣λάξαι
(*)60κα̣ὶ οὕτως ἶναι
(*) ̣αι ἐ̣π̣ι̣λ̣η̣σ̣ό̣μ̣ε̣ν̣α̣ι̣ τ̣ῆ̣ς̣ α̣ὐ̣-
61τῆς διαστολὰς π̣ε̣ρ̣ὶ̣ ἃς ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ τ̣ῆ̣ς̣ δ̣ὲ̣
62συγγραφῆς τεθιμένης
(*) με ̣ ̣ ̣ ̣ ̣ιν τὸ ὑ-
63στεραίως α[ὐ]τῶ[ν] μ̣ε̣τ̣α̣λ̣ά̣ξ̣[αι]
(*) τ̣ὰ̣ τ̣ῶ̣ν̣ ἀ̣μ̣-
64φοτέρ[ω]ν ὑπάρχοντα πάντα τῶν γεγονο-
65τως
(*) ἐξ ἀμφοτέρων θυγατέρων Φιλου-
66ταρίου καὶ Διονυσαρίου καὶ τ̣ῶ̣ν̣ γ̣ε̣ν̣η̣σ̣ομέ-
67νων αὐτοῖς ἐξ ἀλλήλων π̣α̣ί̣δ̣ων ἑκάστου
68κατʼ ἴσον τοῦ̣ παραβαίνοντο[ς] ἐ̣ν̣εχομένου
69τῷ ὡρισμένῳ προστίμῳ· [ἀξιοιῦμεν].
70(ἔτους)
ι̣η̣ Καίσ(αρας) Παχὼ(ν) [ ̣]