1παρʼ Ἡρακλείδου τ[οῦ μ]εταχειριζομέν[ο]υ τὴν ἐν Διὸς πόλει τῆι
2Μεγάληι τράπεζαν. [ὑ]πάρχοντος ἐνλε[ί]μματος ἀπὸ θέματος
3ἰδιωτικοῦ τοῖς ἱε[ρεῦ]σι τοῦ Ἀμονρασονθὴρ καὶ τῶν συννάων
4θεῶν ἐπὶ τῆς αὐ[τῆς] τραπέζης ἀπὸ τῶν διαγραφέντων
5ὑπὸ Ζμίνος
(*) τοῦ Ὥρ[ου] καὶ Θοτορταίου [τ]οῦ Ἁρσιήσιος τῶν παρʼ ἀτῶν
(*)6χαλκοῦ (ταλάντων)
σν, [τὰ] ἀναφερόμενα διὰ τῶν μηνιείων
7τῆς αὐτῆς τρα[πέ]ζης ἐν τῶι [ἐ]πʼ ἐσχάτῳ τῶν ἰδιωτικῶν
8θεμάτων λόγωι
(*) χ[αλκ]οῦ ἰσονόμου (τάλαντα)
[ρ]ξ (γίνεται) (τάλαντα)
ρξ. ἀναφέρομεν
9καθότι διασάφη[ται]
(*) ἡμῖν διὰ τῆς [ὑ]ποκειμένης ἐπιστολῆς.
——
vac. ? (ἔτους)
μ Ἐπεὶφ
κϛ.
11οἱ ἱερεῖς τοῦ Ἀμ[ον]ρασονθὴρ καὶ θε[ῶ]ν Ἀδελφῶν καὶ θεῶν
12[Ε]ὐεργετῶν κ[αὶ θε]ῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ
13Εὐπάτορος κ[αὶ θεῶ]ν Φιλομητόρων καὶ θεῶν Εὐεργετῶν
14Ἡρακλείδει χ[αίρει]ν. ὑπὲρ οὗ ἔχομεν ἐνλείμματος ἐφʼ ἧς
15μεταχειρίζ[ει τρα]πέζης χα(λκοῦ) (ταλάντων)
ρξ διασάφησον Παῶι τῶι
16[στρατηγῶι τῆς Θη(βαίδος) καὶ] Ἑρμίαι τῶι τρα(πεζίτηι) τῆς Θη(βαίδος), ὅπως εἰδῶσι.
——
17[ vac. ?] ἔρρωσο. (ἔτους)
μ Ἐπεὶφ
κε.
18[ἀντίγραφον ἐπιστολῆ]ς τῆς γεγραμμένης Ἑρμίαι τῶι διαδεχομ(ένωι).
19[οἱ ἱερεῖς τοῦ Ἀμονρασον]θὴρ μετὰ τὰ κοινὰ Ἑρμίαι χαίρειν.
20[ὑπὲρ τοῦ ὑπάρχοντος ἡ]μῖν ἐνλείμματος ἐπὶ τῆς ἐν Διὸς πόλ(ει)
21[τῆι Μεγάληι τραπέζη]ς ἐπεὶ ὁ τραπεζίτης προενήνεκται,
22[προνοήθητι ?, ὅπως τὴν] ἀπόδοσιν ἡμῖν ποιήσηται, ἐὰν φαίνη(ται)
23[-ca.?- πορ]ι̣σ̣θῆναι Πειθολάωι τῶι θηβάρχηι
24[-ca.?- ὑ]πʼ ἄλλων τόπων πορισθήσεται
25[-ca.?-]. ἔρρωσο. (ἔτους)
μ Μεσορὴ
ιδ.
26[τοῖς γρα(μματεῦσι). ἐπισκεψα(μένους)] ἀν(ενεγκεῖν) τὸ ὑπ(άρχον) αὐτοῖς θέμα καὶ τί εἰς τοῦτο ἀνείρη(νται).
27[ vac. ?] (ἔτους)
μ Μεσορὴ
ιε.